Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.10.1-5.10.12

安菲波利斯战役与双方将领阵亡

第 510 段,共 917 段 · 希腊语

内容简介

巴西达斯抓住时机从安菲波利斯发动突然袭击,击溃了雅典军队,但在这场战斗中,他本人和试图撤退的克莱翁双双阵亡。

§5.10.1ὁ μὲν Βρασίδας τοσαῦτα εἰπὼν τήν τε ἔξοδον παρεσκευάζετο αὐτὸς καὶ τοὺς ἄλλους μετὰ τοῦ Κλεαρίδα καθίστη ἐπὶ τὰς Θρᾳκίας καλουμένας τῶν πυλῶν, ὅπως ὥσπερ εἴρητο ἐπεξίοιεν.
巴西达斯说完这些话后,自己准备出击,并将其他人与克莱阿里达斯一起部署在被称为色雷斯门的城门处,以便如前所说的那样冲出城外。
§5.10.2τῷ δὲ Κλέωνι, φανεροῦ γενομένου αὐτοῦ ἀπὸ τοῦ Κερδυλίου καταβάντος καὶ ἐν τῇ πόλει ἐπιφανεῖ οὔσῃ ἔξωθεν περὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς θυομένου καὶ ταῦτα πράσσοντος, ἀγγέλλεται (προυκεχωρήκει γὰρ τότε κατὰ τὴν θέαν) ὅτι ἥ τε στρατιὰ ἅπασα φανερὰ τῶν πολεμίων ἐν τῇ πόλει καὶ ὑπὸ τὰς πύλας ἵππων τε πόδες πολλοὶ καὶ ἀνθρώπων ὡς ἐξιόντων ὑποφαίνονται.
而对于克莱翁来说,当巴西达斯被发现从塞尔迪利翁山下来,并在从城外能清楚看见的城内雅典娜神庙附近献祭并进行这些准备时,有人向他报告(因为他当时已为了侦察而向前推进),说敌人的整个军队在城内一目了然,且在城门下露出了许多马蹄和人脚,仿佛即将出击。
§5.10.3ὁ δὲ ἀκούσας ἐπῆλθεν· καὶ ὡς εἶδεν, οὐ βουλόμενος μάχῃ διαγωνίσασθαι πρίν οἱ καὶ τοὺς βοηθοὺς ἥκειν καὶ οἰόμενος φθήσεσθαι ἀπελθών, σημαίνειν τε ἅμα ἐκέλευεν ἀναχώρησιν καὶ παρήγγειλε τοῖς ἀπιοῦσιν ἐπὶ τὸ εὐώνυμον κέρας, ὥσπερ μόνον οἷόν τ’ ἦν, ὑπάγειν ἐπὶ τῆς Ἠιόνος.
他听闻后便走上前去;当他亲眼看见这一幕时,由于不想在援军到达之前进行决战,且认为自己可以通过撤退先发制人,便同时下令吹响撤退号角,并指示撤退的人以左翼为先导向埃翁方向缓缓退却,这是唯一可行的方法。
§5.10.4ὡς δ’ αὐτῷ ἐδόκει σχολὴ γίγνεσθαι, αὐτὸς ἐπιστρέψας τὸ δεξιὸν καὶ τὰ γυμνὰ πρὸς τοὺς πολεμίους δοὺς ἀπῆγε τὴν στρατιάν.
但当他觉得撤退显得迟缓时,他自己便将右翼旋回,把不设防的右侧(无盾一侧)暴露给敌人,率军撤离。
§5.10.5κἀν τούτῳ Βρασίδας ὡς ὁρᾷ τὸν καιρὸν καὶ τὸ στράτευμα τῶν Ἀθηναίων κινούμενον, λέγει τοῖς μεθ’ ἑαυτοῦ καὶ τοῖς ἄλλοις ὅτι ‘οἱ ἄνδρες ἡμᾶς οὐ μενοῦσιν.
就在这时,巴西达斯一见时机成熟,且注意到雅典军正在移动,便对自己身旁的人和其余的人说:“这些人不会等待我们。
δῆλοι δὲ τῶν τε δοράτων τῇ κινήσει καὶ τῶν κεφαλῶν· οἷς γὰρ ἂν τοῦτο γίγνηται, οὐκ εἰώθασι μένειν τοὺς ἐπιόντας.
从他们长矛和头部的晃动中就可以看出来;因为凡是出现这种举动的人,向来不会等待袭来的敌人。
ἀλλὰ τάς τε πύλας τις ἀνοιγέτω ἐμοὶ ἃς εἴρηται, καὶ ἐπεξίωμεν ὡς τάχιστα θαρσοῦντες.
来人,为我打开刚才说到的那扇门,让我们鼓起勇气,以最快的速度冲出去。
§5.10.6καὶ ὁ μὲν κατὰ τὰς ἐπὶ τὸ σταύρωμα πύλας καὶ τὰς πρώτας τοῦ μακροῦ τείχους τότε ὄντος ἐξελθὼν ἔθει δρόμῳ τὴν ὁδὸν ταύτην εὐθεῖαν, ᾗπερ νῦν κατὰ τὸ καρτερώτατον τοῦ χωρίου ἰόντι τροπαῖον ἕστηκε, καὶ προσβαλὼν τοῖς Ἀθηναίοις πεφοβημένοις τε ἅμα τῇ σφετέρᾳ ἀταξίᾳ καὶ τὴν τόλμαν αὐτοῦ ἐκπεπληγμένοις κατὰ μέσον τὸ στράτευμα τρέπει.
” 于是,他从靠近栅栏的门、即当时存在的长墙的第一道门冲了出去,沿着这条笔直的道路疾跑——如今当人们走向该地最坚固之处时,那儿正立着一座战胜纪念碑——他袭击了因自身的无秩序而感到恐惧、同时因其大胆而惊愕的雅典军,将其中路击溃。
§5.10.7καὶ ὁ Κλεαρίδας, ὥσπερ εἴρητο, ἅμα κατὰ τὰς Θρᾳκίας πύλας ἐπεξελθὼν τῷ στρατῷ ἐπεφέρετο.
同时,克莱阿里达斯也如前所说,率军从色雷斯门冲出,发起猛攻。
ξυνέβη τε τῷ ἀδοκήτῳ καὶ ἐξαπίνης ἀμφοτέρωθεν τοὺς Ἀθηναίους θορυβηθῆναι,
结果,由于这突如其来的不意之击,雅典人两面受敌,顿时陷入混乱。
§5.10.8καὶ τὸ μὲν εὐώνυμον κέρας αὐτῶν τὸ πρὸς τὴν Ἠιόνα, ὅπερ δὴ καὶ προυκεχωρήκει, εὐθὺς ἀπορραγὲν ἔφευγεν· καὶ ὁ Βρασίδας ὑποχωροῦντος ἤδη αὐτοῦ ἐπιπαριὼν τῷ δεξιῷ τιτρώσκεται, καὶ πεσόντα αὐτὸν οἱ μὲν Ἀθηναῖοι οὐκ αἰσθάνονται, οἱ δὲ πλησίον ἄραντες ἀπήνεγκαν.
他们朝向埃翁方向的左翼(即已经向前推进的部分)立即脱离阵线逃跑;而巴西达斯在左翼已经退却、他正向右翼推进时受了伤,他倒下时雅典人并未发觉,但身旁的人将他抬起并送离了战场。
§5.10.9τὸ δὲ δεξιὸν τῶν Ἀθηναίων ἔμενέ [τε] μᾶλλον, καὶ ὁ μὲν Κλέων, ὡς τὸ πρῶτον οὐ διενοεῖτο μένειν, εὐθὺς φεύγων καὶ καταληφθεὶς ὑπὸ Μυρκινίου πελταστοῦ ἀποθνῄσκει, οἱ δὲ αὐτοῦ ξυστραφέντες ὁπλῖται ἐπὶ τὸν λόφον τόν τε Κλεαρίδαν ἠμύνοντο καὶ δὶς ἢ τρὶς προσβαλόντα, καὶ οὐ πρότερον ἐνέδοσαν πρὶν ἥ τε Μυρκινία καὶ ἡ Χαλκιδικὴ ἵππος καὶ οἱ πελτασταὶ περιστάντες καὶ ἐσακοντίζοντες αὐτοὺς ἔτρεψαν.
雅典人的右翼则较为坚守。 而克莱翁由于起初就没打算坚守,便立即逃跑,但被一名米尔基诺斯的轻盾兵追上并杀死。 然而,在原地结集起来的雅典重装步兵在山丘上击退了克莱阿里达斯两三次的进攻,直到米尔基诺斯和卡尔基迪克的骑兵及轻盾兵包围了他们,并用标枪乱射,才将他们击溃。
§5.10.10οὕτω δὴ τὸ στράτευμα πᾶν ἤδη τῶν Ἀθηναίων φυγὸν χαλεπῶς καὶ πολλὰς ὁδοὺς τραπόμενοι κατὰ ὄρη, ὅσοι μὴ διεφθάρησαν ἢ αὐτίκα ἐν χερσὶν ἢ ὑπὸ τῆς Χαλκιδικῆς ἵππου καὶ τῶν πελταστῶν, οἱ λοιποὶ ἀπεκομίσθησαν ἐς τὴν Ἠιόνα.
就这样,整个雅典军队此时已全部溃散,艰难地沿着山路四处逃窜。 凡是没有在白兵战中当场丧生、或没有被卡尔基迪克骑兵及轻盾兵消灭的人,其余的都撤回了埃翁。
§5.10.11οἱ δὲ τὸν Βρασίδαν ἄραντες ἐκ τῆς μάχης καὶ διασώσαντες ἐς τὴν πόλιν ἔτι ἔμπνουν ἐσεκόμισαν·
那些将巴西达斯从战场上抬起并救下的人,将尚有一丝气息的他抬入城内。
καὶ ᾔσθετο μὲν ὅτι νικῶσιν οἱ μεθ’ αὑτοῦ, οὐ πολὺ δὲ διαλιπὼν ἐτελεύτησεν.
他得知了己方获胜的消息,但没过多久便去世了。
§5.10.12καὶ ἡ ἄλλη στρατιὰ ἀναχωρήσασα μετὰ τοῦ Κλεαρίδου ἐκ τῆς διώξεως νεκρούς τε ἐσκύλευσε καὶ τροπαῖον ἔστησεν.
其余的军队与克莱阿里达斯一起从追击中撤回,剥去了死者的盔甲并立起了战胜纪念碑。

词汇与语法注释

  1. 5.10.2φανεροῦ γενομένου αὐτοῦ ἀπὸ τοῦ Κερδυλίου καταβάντος καὶ ἐν τῇ πόλει ἐπιφανεῖ οὔσῃ ἔξωθεν περὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς θυομένου καὶ ταῦτα πράσσοντος — 插入在主句与格 τῷ δὲ Κλέωνι(“对克莱翁来说”,作 ἀγγέλλεται 的与格)之后的极其冗长的属格绝对结构。属格主语 αὐτοῦ 指代巴西达斯,分词 καταβάντος, θυομένου, πράσσοντος 与之相一致。此外,与格分词 οὔσῃ 及其形容词 ἐπιφανεῖ 修饰与格名词短语 ἐν τῇ πόλει(“在从城外显而易见的城内”)。
  2. 5.10.3πρίν οἱ καὶ τοὺς βοηθοὺς ἥκειν — 此处连词 πρίν 搭配不定式 ἥκειν 意为“在……到达之前”。οἱ 是第三人称单数间接反身代词的与格,指代克莱翁,作为关系或利益与格使用(即“在他的援军到达之前”)。
  3. 5.10.4τὰ γυμνὰ πρὸς τοὺς πολεμίους δούς — 直译为“将裸露的部分交给敌人”。由于重装步兵在左臂佩戴盾牌,其右侧身体便成了不设防的“裸露部分”(τὰ γυμνά)。这句话描述了在旋回右翼撤退时,将毫无防备的右侧暴露给敌人的军事失策。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.10.1-5.10.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.10.1-5.10.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。