Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.83.1-5.83.4

阿哥斯长墙被毁与马其顿被封锁

第 583 段,共 917 段 · 希腊语

内容简介

拉刻代蒙人摧毁了阿哥斯的长墙,雅典人则因马其顿的珀尔迪卡斯背叛同盟而对其进行了封锁。

§5.83.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι ὡς ᾔσθοντο τειχιζόντων, ἐστράτευσαν ἐς τὸ Ἄργος αὐτοί τε καὶ οἱ ξύμμαχοι πλὴν Κορινθίων· ὑπῆρχε δέ τι αὐτοῖς καὶ ἐκ τοῦ Ἄργους αὐτόθεν πρασσόμενον.
在次年冬天,拉刻代蒙人一听说他们正在修筑城墙,便与盟友(科林斯人除外)一同出兵阿哥斯;此外,在阿哥斯内部也有人为他们进行着某种内通阴谋。
ἦγε δὲ τὴν στρατιὰν Ἆγις ὁ Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς.
率领这支军队的是拉刻代蒙人的国王、阿耳喀达摩斯之子阿吉斯。
§5.83.2καὶ τὰ μὲν ἐκ τῆς πόλεως δοκοῦντα προϋπάρχειν οὐ προυχώρησεν ἔτι· τὰ δὲ οἰκοδομούμενα τείχη ἑλόντες καὶ καταβαλόντες καὶ Ὑσιὰς χωρίον τῆς Ἀργείας λαβόντες καὶ τοὺς ἐλευθέρους ἅπαντας οὓς ἔλαβον ἀποκτείναντες ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις.
然而,城内原本看似准备就绪的内应并未取得进一步进展;拉刻代蒙人攻占并拆毁了正在修筑的长墙,夺取了阿哥斯境外的许西亚伊,将所俘虏的自由人全部杀害,随后撤军并各自返回本城。
§5.83.3ἐστράτευσαν δὲ μετὰ τοῦτο καὶ Ἀργεῖοι ἐς τὴν Φλειασίαν καὶ δῃώσαντες ἀπῆλθον, ὅτι σφῶν τοὺς φυγάδας ὑπεδέχοντο· οἱ γὰρ πολλοὶ αὐτῶν ἐνταῦθα κατῴκηντο.
此后,阿哥斯人也出兵弗利乌斯地区,在蹂躏该地后撤回,因为弗利乌斯人接纳了他们的流亡者;事实上,这些人中的大多数都居住在那里。
§5.83.4κατέκλῃσαν δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ Μακεδόνας Ἀθηναῖοι, Περδίκκᾳ ἐπικαλοῦντες τήν τε πρὸς Ἀργείους καὶ Λακεδαιμονίους γενομένην ξυνωμοσίαν, καὶ ὅτι παρασκευασαμένων αὐτῶν στρατιὰν ἄγειν ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Ἀμφίπολιν Νικίου τοῦ Νικηράτου στρατηγοῦντος ἔψευστο τὴν ξυμμαχίαν καὶ ἡ στρατεία μάλιστα διελύθη ἐκείνου †ἀπάραντος †· πολέμιος οὖν ἦν.
在同一个冬天,雅典人还封锁了马其顿人,指责珀尔迪卡斯与阿哥斯人和拉刻代蒙人结成同盟,并且在雅典人准备由尼客拉托斯之子尼基阿斯统帅军队、远征色雷斯沿海的卡尔基迪亚人和安菲波利斯时,他背叛了同盟,使远征主要因他的撤离而告瓦解;因此他被视为敌人。
καὶ ὁ χειμὼν ἐτελεύτα οὗτος, καὶ πέμπτον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα.
这个冬天宣告结束,战争的第十五个年头也随之结束。

词汇与语法注释

  1. §5.83.1τειχιζόντων — 属格现在分词,作感官动词 ᾔσθοντο 的宾语补足语,从上下文来看其逻辑主语是阿哥斯人。
  2. §5.83.1πρασσόμενον — 中性单数现在分词,修饰 τι,意为“正在进行的某种阴谋/工作”。αὐτοῖς 是利益与格,释为“为了他们(拉刻代蒙人)”。
  3. §5.83.2τὰ μὲν ἐκ τῆς πόλεως δοκοῦντα προϋπάρχειν — 中性复数主格名词化短语,作单数动词 προυχώρησεν 饰。指“城内原本看似预先准备就绪的事情”,即与拉刻代蒙人里应外合的内线工作。
  4. §5.83.4ἐκείνου ἀπάραντος — 带有表示文本不确定性的十字架符号(†)。为属格独立结构,通常理解为珀尔迪卡斯的“撤离”或“背叛”,这直接导致了雅典远征军的解散。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.83.1-5.83.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.83.1-5.83.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。