§5.81.1μετὰ δὲ τὴν τῶν Ἀργείων ἀπόστασιν ἐκ τῆς ξυμμαχίας καὶ οἱ Μαντινῆς, τὸ μὲν πρῶτον ἀντέχοντες, ἔπειτ’ οὐ δυνάμενοι ἄνευ τῶν Ἀργείων, ξυνέβησαν καὶ αὐτοὶ τοῖς Λακεδαιμονίοις καὶ τὴν ἀρχὴν ἀφεῖσαν τῶν πόλεων.
在阿哥斯人退出同盟之后,曼提尼亚人起初虽然坚持抵抗,但随后发现没有阿哥斯人便无法支撑,于是他们自己也与拉刻代蒙人达成和解,并放弃了对那些城市的统治权。
§5.81.2καὶ Λακεδαιμόνιοι καὶ Ἀργεῖοι, χίλιοι ἑκάτεροι, ξυστρατεύσαντες τά τ’ ἐν Σικυῶνι ἐς ὀλίγους μᾶλλον κατέστησαν αὐτοὶ οἱ Λακεδαιμόνιοι ἐλθόντες, καὶ μετ’ ἐκεῖνα ξυναμφότεροι ἤδη καὶ τὸν ἐν Ἄργει δῆμον κατέλυσαν, καὶ ὀλιγαρχία ἐπιτηδεία τοῖς Λακεδαιμονίοις κατέστη.
拉刻代蒙人与阿哥斯人各出一千人共同出征,拉刻代蒙人自己前往并把西库昂的政局更进一步地置于少数人的统治之下;在此之后,双方如今又共同推翻了阿哥斯的民主政体,并建立起有利于拉刻代蒙人的寡头政治。
καὶ πρὸς ἔαρ ἤδη ταῦτα ἦν τοῦ χειμῶνος λήγοντος, καὶ τέταρτον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα.
这些事情发生时已临近春天,冬季正要结束,战争的第十四年也随之结束。