Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.71.1-5.71.3

方阵向右偏移的规律与阿基斯的战线调整

第 571 段,共 917 段 · 希腊语

内容简介

在两军交战前夕,作者解释了重装步兵方阵在冲锋时容易向右偏移的普遍规律,并记述了斯巴达国王阿基斯为应对此情况而命令左翼向外延伸、并调遣右翼两个连队来填补缺口的战术决策。

§5.71.1ξυνιόντων δ’ ἔτι Ἆγις ὁ βασιλεὺς τοιόνδε ἐβουλεύσατο δρᾶσαι.
当两军仍在接近时,阿基斯国王决定采取以下行动。
τὰ στρατόπεδα ποιεῖ μὲν καὶ ἅπαντα τοῦτο· ἐπὶ τὰ δεξιὰ κέρατα αὐτῶν ἐν ταῖς ξυνόδοις μᾶλλον ἐξωθεῖται, καὶ περιίσχουσι κατὰ τὸ τῶν ἐναντίων εὐώνυμον ἀμφότεροι τῷ δεξιῷ, διὰ τὸ φοβουμένους προσστέλλειν τὰ γυμνὰ ἕκαστον ὡς μάλιστα τῇ τοῦ ἐν δεξιᾷ παρατεταγμένου ἀσπίδι καὶ νομίζειν τὴν πυκνότητα τῆς ξυγκλῄσεως εὐσκεπαστότατον εἶναι·
事实上,所有军队在交战时都会表现出这种现象:在冲锋时,它们更倾向于向右翼偏离,双方都用自己的右翼包围敌方的左翼,因为每个人都出于恐惧,极力将自己无防备的右侧贴紧右侧战友的盾牌,并认为这种紧密无间的靠拢是最好的保护。
καὶ ἡγεῖται μὲν τῆς αἰτίας ταύτης ὁ πρωτοστάτης τοῦ δεξιοῦ κέρως, προθυμούμενος ἐξαλλάσσειν αἰεὶ τῶν ἐναντίων τὴν ἑαυτοῦ γύμνωσιν, ἕπονται δὲ διὰ τὸν αὐτὸν φόβον καὶ οἱ ἄλλοι.
而引导这一趋势的是右翼最前列右端的排头兵,他总是急于让自己的无防备之侧避开敌人的正面,其余的人也因同样的恐惧而紧随其后。
§5.71.2καὶ τότε περιέσχον μὲν οἱ Μαντινῆς πολὺ τῷ κέρᾳ τῶν Σκιριτῶν, ἔτι δὲ πλέον οἱ Λακεδαιμόνιοι καὶ Τεγεᾶται τῶν Ἀθηναίων, ὅσῳ μεῖζον τὸ στράτευμα εἶχον.
而在当时,万提尼亚人也用他们的侧翼大大超出了斯基里泰人的范围,而拉栖代梦人和特格亚人则由于军队规模更大,其超出雅典人的范围还要更多。
§5.71.3δείσας δὲ Ἆγις μὴ σφῶν κυκλωθῇ τὸ εὐώνυμον, καὶ νομίσας ἄγαν περιέχειν τοὺς Μαντινέας, τοῖς μὲν Σκιρίταις καὶ Βρασιδείοις ἐσήμηνεν ἐπεξαγαγόντας ἀπὸ σφῶν ἐξισῶσαι τοῖς Μαντινεῦσιν, ἐς δὲ τὸ διάκενον τοῦτο παρήγγελλεν ἀπὸ τοῦ δεξιοῦ κέρως δύο λόχους τῶν πολεμάρχων Ἱππονοΐδᾳ καὶ Ἀριστοκλεῖ ἔχουσι παρελθεῖν καὶ ἐσβαλόντας πληρῶσαι, νομίζων τῷ θ’ ἑαυτῶν δεξιῷ ἔτι περιουσίαν ἔσεσθαι καὶ τὸ κατὰ τοὺς Μαντινέας βεβαιότερον τετάξεσθαι.
阿基斯害怕己方的左翼会被包围,又认为万提尼亚人超出得太多,于是向斯基里泰人和巴西达斯麾下的士兵发出信号,命他们从原位置向外延伸,使战线与万提尼亚人对齐,而对于由此产生的空隙,他则命令两位战区长官希波诺伊达和阿里斯托克勒带领右翼的两个连队移步过去,填补这一缺口,他认为这样一来,己方的右翼依然会有富余,而对阵万提尼亚人的战线也能部署得更加稳固。

词汇与语法注释

  1. §5.71.1τὰ στρατόπεδα ποιεῖ — 中性复数主语 τὰ στρατόπεδα 支配单数动词 ποιεῖ(以及随后的 ἐξωθεῖται),这是古典希腊语“中性复数主语接单数动词”的标准语法规则。
  2. §5.71.1τῆς αἰτίας ταύτης — 属格,由动词 ἡγεῖται(引导、主导)支配。此处的 αἰτία 并非单指“原因”,而是指前文所述的“阵形向右偏离的现象或趋势”。
  3. §5.71.3ἐπεξαγαγόντας — 不定过去时主动分词,阳性复数宾格。尽管它在语义上修饰与格的 τοῖς ... Σ基里泰人与巴西达斯麾下的士兵(τοῖς ... Σκιρίταις καὶ Βρασιδείοις),但因作为不定式 ἐξισῶσαι 的逻辑主语而采用宾格形式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.71.1-5.71.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.71.1-5.71.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。