§5.70.1καὶ μετὰ ταῦτα ἡ ξύνοδος ἦν, Ἀργεῖοι μὲν καὶ οἱ ξύμμαχοι ἐντόνως καὶ ὀργῇ χωροῦντες, Λακεδαιμόνιοι δὲ βραδέως καὶ ὑπὸ αὐλητῶν πολλῶν ὁμοῦ ἐγκαθεστώτων, οὐ τοῦ θείου χάριν, ἀλλ’ ἵνα ὁμαλῶς μετὰ ῥυθμοῦ βαίνοντες προσέλθοιεν καὶ μὴ διασπασθείη αὐτοῖς ἡ τάξις, ὅπερ φιλεῖ τὰ μεγάλα στρατόπεδα ἐν ταῖς προσόδοις ποιεῖν.
在此之后,冲突开始了。 阿哥斯人及其盟友猛烈且愤怒地向前冲去,而拉栖代梦人则在许多预先安置的笛手伴奏下缓缓前进。 这并非为了宗教原因,而是为了让他们能够合着节拍、步伐一致地前进,而不至于使他们的阵形瓦解——这正是大军在前进时常常会发生的事情。