§5.72.1ξυνέβη οὖν αὐτῷ ἅτε ἐν αὐτῇ τῇ ἐφόδῳ καὶ ἐξ ὀλίγου παραγγείλαντι τόν τε Ἀριστοκλέα καὶ τὸν Ἱππονοΐδαν μὴ ᾽θελῆσαι παρελθεῖν, ἀλλὰ καὶ διὰ τοῦτο τὸ αἰτίαμα ὕστερον φεύγειν ἐκ Σπάρτης δόξαντας μαλακισθῆναι, καὶ τοὺς πολεμίους φθάσαι τῇ προσμείξει, καὶ κελεύσαντος αὐτοῦ, ἐπὶ τοὺς Σκιρίτας ὡς οὐ παρῆλθον οἱ λόχοι, πάλιν αὖ σφίσι προσμεῖξαι, μὴ δυνηθῆναι ἔτι μηδὲ τούτους ξυγκλῇσαι.
因此,由于他是在冲锋的紧要关头且在仓促间下达了命令,阿基斯便遇到了以下情况:阿里斯托克勒和希波诺伊达拒绝移师过去(后来他们也因这一指控而被认为表现胆怯,从而被流放离开斯巴达),且敌军在交战中占了先机;尽管在连队未能赶来时,阿基斯曾命令斯基里泰人重新与他们靠拢,但这些士兵此时也同样无法再填补这一缺口。
§5.72.2ἀλλὰ μάλιστα δὴ κατὰ πάντα τῇ ἐμπειρίᾳ Λακεδαιμόνιοι ἐλασσωθέντες τότε τῇ ἀνδρείᾳ ἔδειξαν οὐχ ἧσσον περιγενόμενοι.
然而,尽管当时拉栖代梦人在战术经验方面在各方面都落后,但他们表明自己在勇气上同样战胜了对手。
§5.72.3ἐπειδὴ γὰρ ἐν χερσὶν ἐγίγνοντο τοῖς ἐναντίοις, τὸ μὲν τῶν Μαντινέων δεξιὸν τρέπει αὐτῶν τοὺς Σκιρίτας καὶ τοὺς Βρασιδείους, καὶ ἐσπεσόντες οἱ Μαντινῆς καὶ οἱ ξύμμαχοι αὐτῶν καὶ τῶν Ἀργείων οἱ χίλιοι λογάδες κατὰ τὸ διάκενον καὶ οὐ ξυγκλῃσθὲν τοὺς Λακεδαιμονίους διέφθειρον καὶ κυκλωσάμενοι ἔτρεψαν καὶ ἐξέωσαν ἐς τὰς ἁμάξας καὶ τῶν πρεσβυτέρων τῶν ἐπιτεταγμένων ἀπέκτεινάν τινας.
因为当双方展开肉搏战时,万提尼亚人的右翼击溃了他们的斯基里泰人和巴西达斯麾下的士兵;万提尼亚人及其盟友以及阿哥斯人的一千名精锐,从那未能填补的空隙中攻入,击杀了拉栖代梦人,并将他们包围、击溃,驱逐到辎重车旁,还杀害了部署在后方的部分年长士兵。
§5.72.4καὶ ταύτῃ μὲν ἡσσῶντο οἱ Λακεδαιμόνιοι· τῷ δὲ ἄλλῳ στρατοπέδῳ καὶ μάλιστα τῷ μέσῳ, ᾗπερ ὁ βασιλεὺς Ἆγις ἦν καὶ περὶ αὐτὸν οἱ τριακόσιοι ἱππῆς καλούμενοι, προσπεσόντες τῶν [τε] Ἀργείων τοῖς πρεσβυτέροις καὶ πέντε λόχοις ὠνομασμένοις καὶ Κλεωναίοις καὶ Ὀρνεάταις καὶ Ἀθηναίων τοῖς παρατεταγμένοις, ἔτρεψαν οὐδὲ ἐς χεῖρας τοὺς πολλοὺς ὑπομείναντας, ἀλλ’ ὡς ἐπῇσαν οἱ Λακεδαιμόνιοι εὐθὺς ἐνδόντας καὶ ἔστιν οὓς καὶ καταπατηθέντας τοῦ μὴ φθῆναι τὴν ἐγκατάληψιν.
在此处,拉栖代梦人被打败了;但在其余的部队中,特别是在国王阿基斯所在的中军——以及他周围被称为“三百骑兵”的亲卫队——他们向阿哥斯人的年长兵、被称为“五个连”的部队、克勒奥奈人、奥尔内亚人以及并肩作战的雅典人发起冲锋,将他们击溃。 其中大多数人甚至没有坚持到肉搏战,而是在拉栖代梦人进攻时便立即溃退,有些人甚至为了避免来不及逃跑而被踩踏致死。