Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.6.1-5.6.5

克里昂的色雷斯行动与布拉西达斯布阵

第 506 段,共 917 段 · 希腊语

内容简介

雅典将军克里昂以埃翁为基地,进攻斯塔吉鲁斯失败,但攻占了加勒普索斯。与此同时,斯巴达将军布拉西达斯预判到克里昂的行动,在塞尔迪里翁驻军与之对峙。

§5.6.1ὁ δὲ Κλέων ὡς ἀπὸ τῆς Τορώνης τότε περιέπλευσεν ἐπὶ τὴν Ἀμφίπολιν, ὁρμώμενος ἐκ τῆς Ἠιόνος Σταγίρῳ μὲν προσβάλλει Ἀνδρίων ἀποικίᾳ καὶ οὐχ εἷλε, Ἀληψὸν δὲ τὴν Θασίων ἀποικίαν λαμβάνει κατὰ κράτος.
当时,克里昂从托罗内航行到安菲波利斯,以埃翁为基地,进攻安德罗斯人的殖民地斯塔吉鲁斯,但未能攻克;然而,他强攻夺取了萨索斯人的殖民地加勒普索斯。
§5.6.2καὶ πέμψας ὡς Περδίκκαν πρέσβεις, ὅπως παραγένοιτο στρατιᾷ κατὰ τὸ ξυμμαχικόν, καὶ ἐς τὴν Θρᾴκην ἄλλους παρὰ Πολλῆν τὸν Ὀδομάντων βασιλέα, ἄξοντας μισθοῦ Θρᾷκας ὡς πλείστους, αὐτὸς ἡσύχαζε περιμένων ἐν τῇ Ἠιόνι.
他派遣使节去见佩尔迪卡斯,要求他根据盟约率军前来支援,又派其他使节去色雷斯见奥多曼蒂人的国王波莱斯,以招募尽可能多的色雷斯雇佣兵,而他自己则在埃翁按兵不动,静候等待。
§5.6.3Βρασίδας δὲ πυνθανόμενος ταῦτα ἀντεκάθητο καὶ αὐτὸς ἐπὶ τῷ Κερδυλίῳ·
布拉西达斯获悉此事后,也起兵驻扎在塞尔迪里翁,与他对峙。
ἔστι δὲ τὸ χωρίον τοῦτο Ἀργιλίων ἐπὶ μετεώρου πέραν τοῦ ποταμοῦ, οὐ πολὺ ἀπέχον τῆς Ἀμφιπόλεως, καὶ κατεφαίνετο πάντα αὐτόθεν, ὥστε οὐκ ἂν ἔλαθεν αὐτὸν ὁρμώμενος ὁ Κλέων τῷ στρατῷ·
此地属于阿尔吉鲁斯人,位于河对岸的高地上,距离安菲波利斯不远;从那里可以俯瞰一切,因此克里昂如果率军出击,绝不可能不被他发现。
ὅπερ προσεδέχετο ποιήσειν αὐτόν, ἐπὶ τὴν Ἀμφίπολιν, ὑπεριδόντα σφῶν τὸ πλῆθος, τῇ παρούσῃ στρατιᾷ ἀναβήσεσθαι.
布拉西达斯预料克里昂会这样做——即轻视他们人数的稀少,仅凭现有的军队向安菲波利斯进军。
§5.6.4ἅμα δὲ καὶ παρεσκευάζετο Θρᾷκάς τε μισθωτοὺς πεντακοσίους καὶ χιλίους, καὶ τοὺς Ἠδῶνας πάντας παρακαλῶν, πελταστὰς καὶ ἱππέας· καὶ Μυρκινίων καὶ Χαλκιδέων χιλίους πελταστὰς εἶχε πρὸς τοῖς ἐν Ἀμφιπόλει.
与此同时,他正准备一千五百名色雷斯雇佣兵,并动员所有的埃多尼亚人担任轻盾兵和骑兵;除了在安菲波利斯的守军之外,他还拥有来自米尔基努斯和查尔基迪亚的一千名轻盾兵。
§5.6.5τὸ δ’ ὁπλιτικὸν ξύμπαν ἡθροίσθη δισχίλιοι μάλιστα καὶ ἱππῆς Ἕλληνες τριακόσιοι.
他们的重装步兵总数大约收集了两千人,还有三百名希腊骑兵。
τούτων Βρασίδας μὲν ἔχων ἐπὶ Κερδυλίῳ ἐκάθητο ἐς πεντακοσίους καὶ χιλίους, οἱ δ’ ἄλλοι ἐν Ἀμφιπόλει μετὰ Κλεαρίδου ἐτετάχατο.
在这些兵力中,布拉西达斯亲自率领大约一千五百人驻扎在塞尔迪里翁,其余的人则在克莱阿里达斯的率领下部署在安菲波利斯。

词汇与语法注释

  1. §5.6.1Ἀληψόν — 抄本中出现的 Ἀληψόν(阿莱普索斯)是指修昔底德《历史》4.107中提到的同一城市 Γαληψός(加勒普索斯)。虽然保留了抄本的拼写,但历史上它指的是加勒普索斯。
  2. §5.6.3οὐκ ἂν ἔλαθεν αὐτὸν ὁρμώμενος — 动词 λανθάνω 与分词 ὁρμώμενος 结合,意为“在不被察觉的情况下出击”。加上语气词 ἄν 和直陈式过去过去时(不定过去时)ἔλαθεν,表示过去的反事实虚拟(或强烈的推测),意为“他绝不可能在不被察觉的情况下出击”。
  3. §5.6.3ὅπερ προσεδέχετο ποιήσειν αὐτόν — 关系代词 ὅπερ(单数中性宾格)先行预示了后文不定式短语 ἀναβήσεσθαι(进军)的内容。代词 αὐτόν(宾格)指代克里昂,是支配动词 προσεδέχετο(预料)下不定式 ποιήσειν 和 ἀναβήσεσθαι 的逻辑主语。
  4. §5.6.5τὸ δ’ ὁπλιτικὸν ξύμπαν ἡθροίσθη δισχίλιοι — 主语 τὸ ὁπλιτικόν(重装步兵部队)是单数中性名词,但补语 δισχίλιοι(两千)采用了复数阳性,这是为了与集合名词所隐含的具体士兵相一致。这是“依意一致”(constructio ad sensum)的典型例子。
  5. §5.6.5ἐτετάχατο — 动词 τάσσω 的第三人称复数过去完成时被动语态(等同于雅典方言的 ἐτεταγμένοι ἦσαν)。在辅音词干动词中,使用了伊奥尼亚方言中的词尾 -ατο 代替 -ντο,这是修昔底德著作中偶尔出现的古雅或方言特征。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.6.1-5.6.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.6.1-5.6.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。