§5.7.1ὁ δὲ Κλέων τέως μὲν ἡσύχαζεν, ἔπειτα ἠναγκάσθη ποιῆσαι ὅπερ ὁ Βρασίδας προσεδέχετο.
克里昂起初按兵不动,但随后被迫做出了布拉西达斯所预料的举动。
§5.7.2τῶν γὰρ στρατιωτῶν ἀχθομένων μὲν τῇ ἕδρᾳ, ἀναλογιζομένων δὲ τὴν ἐκείνου ἡγεμονίαν πρὸς οἵαν ἐμπειρίαν καὶ τόλμαν μετὰ οἵας ἀνεπιστημοσύνης καὶ μαλακίας γενήσοιτο καὶ οἴκοθεν ὡς ἄκοντες αὐτῷ ξυνῆλθον, αἰσθόμενος τὸν θροῦν καὶ οὐ βουλόμενος αὐτοὺς διὰ τὸ ἐν τῷ αὐτῷ καθημένους βαρύνεσθαι, ἀναλαβὼν ἦγεν.
因为士兵们对驻守不前感到厌烦,并且在权衡他的统帅能力——即以何等无知和软弱去面对敌方何等经验与胆识,并回想起他们从家乡起步时是如何违背意愿地随他而来;克里昂察觉到了这些怨言,又不愿让他们因在原地滞留而感到沮丧,于是率领军队出发。
§5.7.3καὶ ἐχρήσατο τῷ τρόπῳ ᾧπερ καὶ ἐς τὴν Πύλον εὐτυχήσας ἐπίστευσέ τι φρονεῖν·
他采用了与他在皮洛斯获得成功后、自以为颇有智谋时所使用的相同方法。
ἐς μάχην μὲν γὰρ οὐδὲ ἤλπισέν οἱ ἐπεξιέναι οὐδένα, κατὰ θέαν δὲ μᾶλλον ἔφη ἀναβαίνειν τοῦ χωρίου, καὶ τὴν μείζω παρασκευὴν περιέμενεν, οὐχ ὡς τῷ ἀσφαλεῖ, ἢν ἀναγκάζηται, περισχήσων, ἀλλ’ ὡς κύκλῳ περιστὰς βίᾳ αἱρήσων τὴν πόλιν.
因为他根本不指望有人会出兵与他交战,而是声称自己登山只是为了观察该地,并且在等待更大的增援部队,这并不是为了在被迫交战时能以安全的方式取得优势,而是为了将城市合围,以武力夺取之。
§5.7.4ἐλθών τε καὶ καθίσας ἐπὶ λόφου καρτεροῦ πρὸ τῆς Ἀμφιπόλεως τὸν στρατὸν αὐτὸς ἐθεᾶτο τὸ λιμνῶδες τοῦ Στρυμόνος καὶ τὴν θέσιν τῆς πόλεως ἐπὶ τῇ Θρᾴκῃ ὡς ἔχοι.
他来到安菲波利斯前方一座险固的山丘上部署了军队,亲自观察了斯特里蒙河的沼泽地带以及该城面向色雷斯的地理位置。
§5.7.5ἀπιέναι τε ἐνόμιζεν, ὁπόταν βούληται, ἀμαχεί· καὶ γὰρ οὐδὲ ἐφαίνετο οὔτ’ ἐπὶ τοῦ τείχους οὐδεὶς οὔτε κατὰ πύλας ἐξῄει, κεκλῃμέναι τε ἦσαν πᾶσαι.
他认为只要自己愿意,随时都可以不经战斗而撤退;因为城墙上看不到任何人,也没有人从城门出来,所有的城门都紧闭着。
ὥστε καὶ μηχανὰς ὅτι οὐκ ἀνῆλθεν ἔχων, ἁμαρτεῖν ἐδόκει· ἑλεῖν γὰρ ἂν τὴν πόλιν διὰ τὸ ἐρῆμον.
因此,他甚至觉得自己没有携带攻城器械就登山是个错误;因为他认为如果带了器械,由于城中空虚,他本可以夺取该城。