§5.6.1ὁ δὲ Κλέων ὡς ἀπὸ τῆς Τορώνης τότε περιέπλευσεν ἐπὶ τὴν Ἀμφίπολιν, ὁρμώμενος ἐκ τῆς Ἠιόνος Σταγίρῳ μὲν προσβάλλει Ἀνδρίων ἀποικίᾳ καὶ οὐχ εἷλε, Ἀληψὸν δὲ τὴν Θασίων ἀποικίαν λαμβάνει κατὰ κράτος.
Cleon, having then sailed round from Torone to Amphipolis, and making Eion his base, made an attack upon Stagirus, a colony of the Andrians, but did not take it; Galepsos, however, a colony of the Thasians, he took by storm.
§5.6.2καὶ πέμψας ὡς Περδίκκαν πρέσβεις, ὅπως παραγένοιτο στρατιᾷ κατὰ τὸ ξυμμαχικόν, καὶ ἐς τὴν Θρᾴκην ἄλλους παρὰ Πολλῆν τὸν Ὀδομάντων βασιλέα, ἄξοντας μισθοῦ Θρᾷκας ὡς πλείστους, αὐτὸς ἡσύχαζε περιμένων ἐν τῇ Ἠιόνι.
And having sent ambassadors to Perdiccas, that he might come to his aid with an army according to the alliance, and others into Thrace to Polles, the king of the Odomantians, to bring as many Thracian mercenaries as possible, he himself remained quiet, waiting at Eion.
§5.6.3Βρασίδας δὲ πυνθανόμενος ταῦτα ἀντεκάθητο καὶ αὐτὸς ἐπὶ τῷ Κερδυλίῳ·
Brasidas, hearing of this, in turn took up a position confronting him on Cerdylium.
ἔστι δὲ τὸ χωρίον τοῦτο Ἀργιλίων ἐπὶ μετεώρου πέραν τοῦ ποταμοῦ, οὐ πολὺ ἀπέχον τῆς Ἀμφιπόλεως, καὶ κατεφαίνετο πάντα αὐτόθεν, ὥστε οὐκ ἂν ἔλαθεν αὐτὸν ὁρμώμενος ὁ Κλέων τῷ στρατῷ·
This is a place belonging to the Argilians, on high ground on the other side of the river, not far from Amphipolis; and everything was visible from there, so that Cleon could not have moved his army without being seen by him.
ὅπερ προσεδέχετο ποιήσειν αὐτόν, ἐπὶ τὴν Ἀμφίπολιν, ὑπεριδόντα σφῶν τὸ πλῆθος, τῇ παρούσῃ στρατιᾷ ἀναβήσεσθαι.
And Brasidas expected that he would do this—that, holding the smallness of their numbers in contempt, he would march up against Amphipolis with the army he had with him.
§5.6.4ἅμα δὲ καὶ παρεσκευάζετο Θρᾷκάς τε μισθωτοὺς πεντακοσίους καὶ χιλίους, καὶ τοὺς Ἠδῶνας πάντας παρακαλῶν, πελταστὰς καὶ ἱππέας· καὶ Μυρκινίων καὶ Χαλκιδέων χιλίους πελταστὰς εἶχε πρὸς τοῖς ἐν Ἀμφιπόλει.
At the same time, he was preparing fifteen hundred Thracian mercenaries, and summoning all the Edonians, both peltasts and cavalry; and he had a thousand peltasts of the Myrcinians and Chalcidians, in addition to those already in Amphipolis.
§5.6.5τὸ δ’ ὁπλιτικὸν ξύμπαν ἡθροίσθη δισχίλιοι μάλιστα καὶ ἱππῆς Ἕλληνες τριακόσιοι.
Their whole force of hoplites amounted to about two thousand, and they had three hundred Greek cavalry.
τούτων Βρασίδας μὲν ἔχων ἐπὶ Κερδυλίῳ ἐκάθητο ἐς πεντακοσίους καὶ χιλίους, οἱ δ’ ἄλλοι ἐν Ἀμφιπόλει μετὰ Κλεαρίδου ἐτετάχατο.
Of these, Brasidas had about fifteen hundred with him on Cerdylium, while the rest were stationed in Amphipolis under Clearidas.