Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.5.1-5.5.3

与意大利诸邦的交涉与法亚克斯的归国

第 505 段,共 917 段 · 希腊语

内容简介

法亚克斯在与意大利各城市谈判时,遇到了被驱逐的美塞内洛克里定居者,因先前的协议而未加害他们。文中接着解释了洛克里人因与邻近殖民城邦交战而不得不与雅典媾和的背景,最后法亚克斯返回雅典。

§5.5.1ἐν δὲ τῇ παρακομιδῇ τῇ ἐς τὴν Σικελίαν καὶ πάλιν ἀναχωρήσει καὶ ἐν τῇ Ἰταλίᾳ τισὶ πόλεσιν ἐχρημάτισε περὶ φιλίας τοῖς Ἀθηναίοις, καὶ Λοκρῶν ἐντυγχάνει τοῖς ἐκ Μεσσήνης ἐποίκοις ἐκπεπτωκόσιν, οἳ μετὰ τὴν τῶν Σικελιωτῶν ὁμολογίαν στασιασάντων Μεσσηνίων καὶ ἐπαγαγομένων τῶν ἑτέρων Λοκροὺς ἔποικοι ἐξεπέμφθησαν, καὶ ἐγένετο Μεσσήνη Λοκρῶν τινὰ χρόνον.
在前往西西里的航程中以及再次折返的归途中,他还在意大利与一些城市就与雅典人的友好关系进行了谈判,并遇到了被驱逐出美塞内的洛克里定居者。 这些人是在西西里希腊人达成协议后,因美塞内人发生内讧、其中一派引进了洛克里人而被作为定居者送去的,美塞内也因此曾一度归洛克里人所有。
§5.5.2τούτοις οὖν ὁ Φαίαξ ἐντυχὼν τοῖς κομιζομένοις οὐκ ἠδίκησεν· ἐγεγένητο γὰρ τοῖς Λοκροῖς πρὸς αὐτὸν ὁμολογία ξυμβάσεως πέρι πρὸς τοὺς Ἀθηναίους.
因此,法亚克斯在旅途中遇到这些正在返回的定居者时,并没有加害他们,因为洛克里人此前已就与雅典人达成协议一事,与他本人达成了共识。
§5.5.3μόνοι γὰρ τῶν ξυμμάχων, ὅτε Σικελιῶται ξυνηλλάσσοντο, οὐκ ἐσπείσαντο Ἀθηναίοις, οὐδ᾽ ἂν τότε, εἰ μὴ αὐτοὺς κατεῖχεν ὁ πρὸς Ἱππωνιᾶς καὶ Μεδμαίους πόλεμος ὁμόρους τε ὄντας καὶ ἀποίκους.
因为在西西里希腊人讲和时,他们是盟友中唯一没有与雅典人结盟的,而且若非由于与邻近的殖民城邦希波尼翁人和梅德马人的战争纠缠着他们,即使在当时他们也不会与雅典人媾和。
καὶ ὁ μὲν Φαίαξ ἐς τὰς Ἀθήνας χρόνῳ ὕστερον ἀφίκετο.
后来,法亚克斯回到了雅典。

词汇与语法注释

  1. §5.5.1στασιασάντων Μεσσηνίων καὶ ἐπαγαγομένων τῶν ἑτέρων Λοκροὺς — 属格独立结构。其中的 τῶν ἑτέρων 指的是内讧中“两派中的另一派,即其中一派”。
  2. §5.5.2ἐγεγένητο γὰρ τοῖς Λοκροῖς πρὸς αὐτὸν ὁμολογία — 过去完成时 ἐγεγένητο 表示在法亚克斯遇到他们(ἐντυχών)之前,该协定就已经达成。与格 τοῖς Λοκροῖς 表示行为者(“被洛克里人”)或领有。
  3. §5.5.3οὐδ᾽ ἂν τότε, εἰ μὴ αὐτοὺς κατεῖχεν — 带有 ἄν 和直说过去时(κατεῖχεν)的虚拟语气归结从句。此处需补足前句中省略的动词 ἐσπείσαντο(缔结协定):“即使在当时(若非战争牵制了他们)他们也不会缔结协定”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.5.1-5.5.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.5.1-5.5.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。