§5.46.1τῇ δ’ ὑστεραίᾳ ἐκκλησίᾳ ὁ Νικίας, καίπερ τῶν Λακεδαιμονίων αὐτῶν ἠπατημένων καὶ αὐτὸς ἐξηπατημένος περὶ τοῦ μὴ αὐτοκράτορας ὁμολογῆσαι ἥκειν, ὅμως τοῖς Λακεδαιμονίοις ἔφη χρῆναι φίλους μᾶλλον γίγνεσθαι, καὶ ἐπισχόντας τὰ πρὸς Ἀργείους πέμψαι ἔτι ὡς αὐτοὺς καὶ εἰδέναι ὅτι διανοοῦνται, λέγων ἐν μὲν τῷ σφετέρῳ καλῷ, ἐν δὲ τῷ ἐκείνων ἀπρεπεῖ τὸν πόλεμον ἀναβάλλεσθαι·
在次日的公民大会上,尽管拉刻代蒙人自己受到了欺骗,而尼基阿斯本人也因他们否认作为全权代表而来而受到了欺骗,但他仍然主张应当与拉刻代蒙人保持友好,并暂缓与阿耳戈斯人的事务,再次派遣使者去他们那里,以查明他们的意图。
σφίσι μὲν γὰρ εὖ ἑστώτων τῶν πραγμάτων ὡς ἐπὶ πλεῖστον ἄριστον εἶναι διασώσασθαι τὴν εὐπραγίαν, ἐκείνοις δὲ δυστυχοῦσιν ὅτι τάχιστα εὕρημα εἶναι διακινδυνεῦσαι.
他解释说,在己方有利而对方失体面的时候推迟战争是合适的;因为在己方局势良好时,尽可能长久地保持繁荣是最好的,而对于处于逆境的他们来说,尽快冒险则是求之不得的。
§5.46.2ἔπεισέ τε πέμψαι πρέσβεις, ὧν καὶ αὐτὸς ἦν, κελεύσοντας Λακεδαιμονίους, εἴ τι δίκαιον διανοοῦνται, Πάνακτόν τε ὀρθὸν ἀποδιδόναι καὶ Ἀμφίπολιν, καὶ τὴν Βοιωτῶν ξυμμαχίαν ἀνεῖναι, ἢν μὴ ἐς τὰς σπονδὰς ἐσίωσι, καθάπερ εἴρητο ἄνευ ἀλλήλων μηδενὶ ξυμβαίνειν.
他劝说人们派遣使者,他本人也是其中之一,去要求拉刻代蒙人如果真有诚意,就应当完好地归还帕纳克托姆和安菲波利斯,并放弃与波奥蒂亚人的盟约,如果他们不加入条约的话,正如先前所约定的,未经双方同意不得与任何人结盟。
§5.46.3εἰπεῖν τε ἐκέλευον ὅτι καὶ σφεῖς, εἰ ἐβούλοντο ἀδικεῖν, ἤδη ἂν Ἀργείους ξυμμάχους πεποιῆσθαι, ὡς παρεῖναί γ’ αὐτοὺς αὐτοῦ τούτου ἕνεκα.
他们还命使者转告说,如果他们想要行不义之事,早就可以与阿耳戈斯人结盟了,因为对方正是为此而来的。
εἴ τέ τι ἄλλο ἐνεκάλουν, πάντα ἐπιστείλαντες ἀπέπεμψαν τοὺς περὶ τὸν Νικίαν πρέσβεις.
在交代了其他所有申诉的事项后,他们派遣了以尼基阿斯为首的使团。
§5.46.4καὶ ἀφικομένων αὐτῶν καὶ ἀπαγγειλάντων τά τε ἄλλα καὶ τέλος εἰπόντων ὅτι εἰ μὴ τὴν ξυμμαχίαν ἀνήσουσι Βοιωτοῖς μὴ ἐσιοῦσιν ἐς τὰς σπονδάς, ποιήσονται καὶ αὐτοὶ Ἀργείους καὶ τοὺς μετ’ αὐτῶν ξυμμάχους, τὴν μὲν ξυμμαχίαν οἱ Λακεδαιμόνιοι Βοιωτοῖς οὐκ ἔφασαν ἀνήσειν, ἐπικρατούντων τῶν περὶ τὸν Ξενάρη τὸν ἔφορον ταῦτα γίγνεσθαι καὶ ὅσοι ἄλλοι τῆς αὐτῆς γνώμης ἦσαν, τοὺς δὲ ὅρκους δεομένου Νικίου ἀνενεώσαντο·
当他们抵达并报告了其他事务,最后声明如果拉刻代蒙人不放弃与不加入条约的波奥蒂亚人的盟约,他们自己也将与阿耳戈斯人及其盟友结盟时,拉刻代蒙人拒绝放弃与波奥蒂亚人的盟约,因为监察官克塞纳雷斯及其同党占了上风。
ἐφοβεῖτο γὰρ μὴ πάντα ἀτελῆ ἔχων ἀπέλθῃ καὶ διαβληθῇ, ὅπερ καὶ ἐγένετο, αἴτιος δοκῶν εἶναι τῶν πρὸς Λακεδαιμονίους σπονδῶν.
但在尼基阿斯的请求下,他们更新了誓言;因为尼基阿斯害怕自己一无所成地回去并遭到诋毁,事情果然如此发生,他被认为是与拉刻代蒙人签订和约的主谋。
§5.46.5ἀναχωρήσαντός τε αὐτοῦ ὡς ἤκουσαν οἱ Ἀθηναῖοι οὐδὲν ἐκ τῆς Λακεδαίμονος πεπραγμένον, εὐθὺς δι’ ὀργῆς εἶχον, καὶ νομίζοντες ἀδικεῖσθαι (ἔτυχον γὰρ παρόντες οἱ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι) παραγαγόντος Ἀλκιβιάδου ἐποιήσαντο σπονδὰς καὶ ξυμμαχίαν πρὸς αὐτοὺς τήνδε.
当他返回,雅典人听说在拉刻代蒙一无所获时,立即大为光火;他们认为自己受到了欺骗(当时阿耳戈斯人及其盟友正好在场),在阿尔西比亚德斯的引荐下,与他们缔结了如下的和约与同盟。