§5.48.1αἱ μὲν σπονδαὶ καὶ ἡ ξυμμαχία οὕτως ἐγένοντο, καὶ αἱ τῶν Λακεδαιμονίων καὶ Ἀθηναίων οὐκ ἀπείρηντο τούτου ἕνεκα οὐδ’ ὑφ’ ἑτέρων.
如此,和约与同盟得以缔结,且拉刻代蒙人与雅典人之间的和约也并未因此被任何一方废除。
§5.48.2Κορίνθιοι δὲ Ἀργείων ὄντες ξύμμαχοι οὐκ ἐσῆλθον ἐς αὐτάς, ἀλλὰ καὶ γενομένης πρὸ τούτου Ἠλείοις καὶ Ἀργείοις καὶ Μαντινεῦσι ξυμμαχίας, τοῖς αὐτοῖς πολεμεῖν καὶ εἰρήνην ἄγειν, οὐ ξυνώμοσαν, ἀρκεῖν δ’ ἔφασαν σφίσι τὴν πρώτην γενομένην ἐπιμαχίαν, ἀλλήλοις βοηθεῖν, ξυνεπιστρατεύειν δὲ μηδενί.
而作为阿耳戈斯人盟友的科林斯人则没有加入该同盟;甚至在此之前,当埃利斯人、阿耳戈斯人和曼提内亚人之间结成“与相同的人进行战争并保持和平”的同盟时,他们也未曾共同宣誓,而是声称,最初结成的防卫同盟——即互相救援,但不共同对任何人发起远征——对他们来说已经足够了。
§5.48.3οἱ μὲν Κορίνθιοι οὕτως ἀπέστησαν τῶν ξυμμάχων καὶ πρὸς τοὺς Λακεδαιμονίους πάλιν τὴν γνώμην εἶχον.
科林斯人就这样脱离了盟友,并再次倾向于拉刻代蒙人。