§5.32.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους τοῦ θέρους τούτου Σκιωναίους μὲν Ἀθηναῖοι ἐκπολιορκήσαντες ἀπέκτειναν τοὺς ἡβῶντας, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν, καὶ τὴν γῆν Πλαταιεῦσιν ἔδοσαν νέμεσθαι, Δηλίους δὲ κατήγαγον πάλιν ἐς Δῆλον, ἐνθυμούμενοι τάς τε ἐν ταῖς μάχαις ξυμφορὰς καὶ τοῦ ἐν Δελφοῖς θεοῦ χρήσαντος.
在今年夏天的同一时期,雅典人通过围困攻陷了斯基奥内,杀死了那里的成年男子,将妇女和儿童卖为奴隶,并将土地赐予普拉提亚人耕种。 他们还将提洛人送回提洛岛,这是考虑到他们在战斗中遭受的灾祸以及德尔斐神明的神谕。
§5.32.2καὶ Φωκῆς καὶ Λοκροὶ ἤρξαντο πολεμεῖν.
此时,福基斯人和洛克里斯人也开始互相交战。
§5.32.3καὶ Κορίνθιοι καὶ Ἀργεῖοι ἤδη ξύμμαχοι ὄντες ἔρχονται ἐς Τεγέαν ἀποστήσοντες Λακεδαιμονίων, ὁρῶντες μέγα μέρος ὂν καί, εἰ σφίσι προσγένοιτο, νομίζοντες ἅπασαν ἂν ἔχειν Πελοπόννησον.
已结成同盟的科林斯人和阿哥斯人前往特格亚,企图使其背叛拉刻代蒙人,因为他们看到特格亚是伯罗奔尼撒的重要部分,并认为如果特格亚加入他们,他们就能控制整个伯罗奔尼撒。
§5.32.4ὡς δὲ οὐδὲν ἂν ἔφασαν ἐναντιωθῆναι οἱ Τεγεᾶται Λακεδαιμονίοις, οἱ Κορίνθιοι μέχρι τούτου προθύμως πράσσοντες ἀνεῖσαν τῆς φιλονικίας καὶ ὠρρώδησαν μὴ οὐδεὶς σφίσιν ἔτι τῶν ἄλλων προσχωρῇ.
但当特格亚人声称他们绝不会反对拉刻代蒙人时,此前一直积极行动的科林斯人便放缓了争强好胜的劲头,并担心其他城邦再也不会加入他们。
§5.32.5ὅμως δὲ ἐλθόντες ἐς τοὺς Βοιωτοὺς ἐδέοντο σφῶν τε καὶ Ἀργείων γίγνεσθαι ξυμμάχους καὶ τἆλλα κοινῇ πράσσειν·
尽管如此,他们还是前往波奥蒂亚人那里,恳求波奥蒂亚人成为他们及阿哥斯人的盟友,并在其他事务上共同行动。
τάς τε δεχημέρους ἐπισπονδάς, αἳ ἦσαν Ἀθηναίοις καὶ Βοιωτοῖς πρὸς ἀλλήλους οὐ πολλῷ ὕστερον γενόμεναι [τούτων] τῶν πεντηκοντουτίδων σπονδῶν, ἐκέλευον οἱ Κορίνθιοι τοὺς Βοιωτοὺς ἀκολουθήσαντας Ἀθήναζε καὶ σφίσι ποιῆσαι, [ὥσπερ Βοιωτοὶ εἶχον,] μὴ δεχομένων δὲ Ἀθηναίων ἀπειπεῖν τὴν ἐκεχειρίαν καὶ τὸ λοιπὸν μὴ σπένδεσθαι ἄνευ αὐτῶν.
科林斯人还敦促波奥蒂亚人同他们一起前往雅典,为他们也争取到雅典人与波奥蒂亚人之间在五十年条约后不久达成的十日停战协定[正如波奥蒂亚人自己拥有的那样];如果雅典人不接受,就宣布废除该停战协定,且今后未经科林斯人同意不得单独缔约。
§5.32.6Βοιωτοὶ δὲ δεομένων τῶν Κορινθίων περὶ μὲν τῆς Ἀργείων ξυμμαχίας ἐπισχεῖν αὐτοὺς ἐκέλευον, ἐλθόντες δὲ Ἀθήναζε μετὰ Κορινθίων οὐχ ηὕροντο τὰς δεχημέρους σπονδάς, ἀλλ᾽ ἀπεκρίναντο οἱ Ἀθηναῖοι Κορινθίοις εἶναι σπονδάς, εἴπερ Λακεδαιμονίων εἰσὶ ξύμμαχοι.
面对科林斯人的请求,波奥蒂亚人让他们在与阿哥斯人结盟的事上先等一等。 他们与科林斯人一同前往雅典,却没有为科林斯人争得十日停战协定,因为雅典人回答说,只要科林斯人还是拉刻代蒙人的盟友,他们之间就已经有条约了。
§5.32.7Βοιωτοὶ μὲν οὖν οὐδὲν μᾶλλον ἀπεῖπον τὰς δεχημέρους, ἀξιούντων καὶ αἰτιωμένων Κορινθίων ξυνθέσθαι σφίσιν·
因此,波奥蒂亚人并没有废除他们的十日协定,尽管科林斯人要求并指责他们不与自己共同行动。
Κορινθίοις δὲ ἀνοκωχὴ ἄσπονδος ἦν πρὸς Ἀθηναίους.
而在科林斯人与雅典人之间,则存在着一种没有正式条约的休战状态。