Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.31.1-5.31.6

埃利斯与阿哥斯结盟及各邦反应

第 531 段,共 917 段 · 希腊语

内容简介

埃利斯人因雷普里翁问题与拉刻代蒙人发生冲突,随后与阿哥斯结盟,科林斯和哈尔基迪亚也紧随其后,而波奥蒂亚和麦加拉则选择静观其变。

§5.31.1ἦλθε δὲ καὶ Ἠλείων πρεσβεία εὐθὺς καὶ ἐποιήσατο πρὸς Κορινθίους ξυμμαχίαν πρῶτον, ἔπειτα ἐκεῖθεν ἐς Ἄργος ἐλθόντες, καθάπερ προείρητο, Ἀργείων ξύμμαχοι ἐγένοντο.
埃利斯人的使节也立即抵达,首先与科林斯人结盟,接着从那里前往阿哥斯,如前所述,成为了阿哥斯人的盟友。
διαφερόμενοι γὰρ ἐτύγχανον τοῖς Λακεδαιμονίοις περὶ Λεπρέου.
因为他们正因雷普里翁问题与拉刻代蒙人发生争执。
§5.31.2πολέμου γὰρ γενομένου ποτὲ πρὸς Ἀρκάδων τινὰς Λεπρεάταις καὶ Ἠλείων παρακληθέντων ὑπὸ Λεπρεατῶν ἐς ξυμμαχίαν ἐπὶ τῇ ἡμισείᾳ τῆς γῆς καὶ λυσάντων τὸν πόλεμον Ἠλεῖοι τὴν γῆν νεμομένοις αὐτοῖς τοῖς Λεπρεάταις τάλαντον ἔταξαν τῷ Διὶ τῷ Ὀλυμπίῳ ἀποφέρειν.
起因是雷普里翁人曾与部分阿卡迪亚人爆发战争,雷普里翁人以一半土地为条件邀请埃利斯人结盟,埃利斯人结束了这场战争,随后埃利斯人规定,耕作该土地的雷普里翁人自身须向奥林匹亚的宙斯上缴一塔兰同。
§5.31.3καὶ μέχρι μὲν τοῦ Ἀττικοῦ πολέμου ἀπέφερον, ἔπειτα παυσαμένων διὰ πρόφασιν τοῦ πολέμου οἱ Ἠλεῖοι ἐπηνάγκαζον, οἱ δ’ ἐτράποντο πρὸς τοὺς Λακεδαιμονίους.
直到阿提卡战争为止,他们一直都在上缴。 但随后,他们以战争为借口停止了上缴,埃利斯人便予以强迫,而雷普里翁人则转而求助于拉刻代蒙人。
καὶ δίκης Λακεδαιμονίοις ἐπιτραπείσης ὑποτοπήσαντες οἱ Ἠλεῖοι μὴ ἴσον ἕξειν ἀνέντες τὴν ἐπιτροπὴν Λερεατῶν τὴν γῆν ἔτεμον.
当裁判权被托付给拉刻代蒙人时,埃利斯人因怀疑自己无法得到公正的对待,便放弃了仲裁委托,并践踏了雷普里翁人的土地。
§5.31.4οἱ δὲ Λακεδαιμόνιοι οὐδὲν ἧσσον ἐδίκασαν αὐτονόμους εἶναι Λεπρεάτας καὶ ἀδικεῖν Ἠλείους, καὶ ὡς οὐκ ἐμμεινάντων τῇ ἐπιτροπῇ φρουρὰν ὁπλιτῶν ἐσέπεμψαν ἐς Λέπρεον.
然而,拉刻代蒙人仍然判定雷普里翁人享有自主权,而埃利斯人则在行不义之事。 并以埃利斯人未遵守仲裁为由,向雷普里翁派遣了一支重装步兵守备队。
§5.31.5οἱ δὲ Ἠλεῖοι νομίζοντες πόλιν σφῶν ἀφεστηκυῖαν δέξασθαι τοὺς Λακεδαιμονίους καὶ τὴν ξυνθήκην προφέροντες ἐν ᾗ εἴρητο, ἃ ἔχοντες ἐς τὸν Ἀττικὸν πόλεμον καθίσταντό τινες, ταῦτα ἔχοντας καὶ ἐξελθεῖν, ὡς οὐκ ἴσον ἔχοντες ἀφίστανται πρὸς τοὺς Ἀργείους, καὶ τὴν ξυμμαχίαν, ὥσπερ προείρητο, καὶ οὗτοι ἐποιήσαντο.
但埃利斯人认为拉刻代蒙人接纳了他们一个叛离的城邦,并抬出条约,其中规定:任何各方在进入阿提卡战争时所拥有的东西,在退出战争时也应当同样拥有。 他们认为自己没有受到公平对待,于是叛离并投向阿哥斯人;而且他们也如前所述结成了同盟。
§5.31.6ἐγένοντο δὲ καὶ οἱ Κορίνθιοι εὐθὺς μετ’ ἐκείνους καὶ οἱ ἐπὶ Θρᾴκης Χαλκιδῆς Ἀργείων ξύμμαχοι.
在他们之后,科林斯人和色雷斯地区的哈尔基迪亚人也紧接着成为了阿哥斯人的盟友。
Βοιωτοὶ δὲ καὶ Μεγαρῆς τὸ αὐτὸ λέγοντες ἡσύχαζον, περιορώμενοι ὑπὸ τῶν Λακεδαιμονίων καὶ νομίζοντες σφίσι τὴν Ἀργείων δημοκρατίαν αὐτοῖς ὀλιγαρχουμένοις ἧσσον ξύμφορον εἶναι τῆς Λακεδαιμονίων πολιτείας.
然而,波奥蒂亚人和麦加拉人虽然口头上说着同样的话,却保持沉默(静观其变),因为他们受到拉刻代蒙人的宽容对待,且认为在自己处于寡头制的情况下,阿哥斯人的民主制比起拉刻代蒙人的政体,对他们来说不那么有利。

词汇与语法注释

  1. §5.31.1Ἠλείων πρεσβεία ... ἐλθόντες — 尽管语法主语是单数阴性名词 `πρεσβεία`(使节团),但随后使用了阳性复数分词 `ἐλθόντες`,因为作者脑中指的是使节团的成员(埃利斯人)。这是依意合构(constructio ad sensum)的典型例子。
  2. §5.31.3παυσαμένων — 这是一个省略了主语的属格独立结构。省略的主语是前一个动词 `ἀπέφερον`(他们缴纳)的主语雷普里翁人(`Λεπρεατῶν`),意思是他们“停止”了缴纳。
  3. §5.31.5ἃ ἔχοντες ... ἐξελθεῖν — 这是隶属于表示条约内容的 `εἴρητο`(规定有)的带对格的不定式结构的一部分。不定代词 `τινες`(任何各方)作限定动词 `καθίσταντο`(进入战争)的主语,而与之相对应的对格主语(与分词 `ἔχοντας` 一起省略)则支配不定式 `ἐξελθεῖν`(退出战争)。它说明了“任何各方在进入战争时所拥有的东西,在退出战争时也应当同样拥有”这一规定。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.31.1-5.31.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.31.1-5.31.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。