§5.30.1Λακεδαιμόνιοι δὲ αἰσθόμενοι τὸν θροῦν τοῦτον ἐν τῇ Πελοποννήσῳ καθεστῶτα καὶ τοὺς Κορινθίους διδασκάλους τε γενομένους καὶ αὐτοὺς μέλλοντας σπείσεσθαι πρὸς τὸ Ἄργος, πέμπουσι πρέσβεις ἐς τὴν Κόρινθον βουλόμενοι προκαταλαβεῖν τὸ μέλλον, καὶ ᾐτιῶντο τήν τε ἐσήγησιν τοῦ παντὸς καὶ εἰ Ἀργείοις σφῶν ἀποστάντες ξύμμαχοι ἔσονται, παραβήσεσθαί τε ἔφασαν αὐτοὺς τοὺς ὅρκους, καὶ ἤδη ἀδικεῖν ὅτι οὐ δέχονται τὰς Ἀθηναίων σπονδάς, εἰρημένον κύριον εἶναι ὅτι ἂν τὸ πλῆθος τῶν ξυμμάχων ψηφίσηται, ἢν μή τι θεῶν ἢ ἡρώων κώλυμα ᾖ.
拉刻代蒙人察觉到这一动荡在伯罗奔尼撒兴起,且科林斯人已成为其唆使者,并打算亲自与阿哥斯结盟,于是向科林斯派遣了使者,企图未雨绸缪。 他们指责科林斯人煽动了这一切,并责问他们是否会背叛拉刻代蒙而成为阿哥斯人的盟友,声称他们将违背誓言,且因不接受与雅典人的和约而已在犯错,因为和约规定,只要没有神明或英雄的阻碍,同盟中多数派所决议的任何事项都是有效的。
§5.30.2Κορίνθιοι δὲ παρόντων σφίσι τῶν ξυμμάχων ὅσοι οὐδ’ αὐτοὶ ἐδέξαντο τὰς σπονδάς (παρεκάλεσαν δὲ αὐτοὺς αὐτοὶ πρότερον), ἀντέλεγον τοῖς Λακεδαιμονίοις, ἃ μὲν ἠδικοῦντο οὐ δηλοῦντες ἄντικρυς, ὅτι οὔτε Σόλλιον σφίσιν ἀπέλαβον παρ’ Ἀθηναίων οὔτε Ἀνακτόριον εἴ τέ τι ἄλλο ἐνόμιζον ἐλασσοῦσθαι, πρόσχημα δὲ ποιούμενοι τοὺς ἐπὶ Θρᾴκης μὴ προδώσειν·
科林斯人在那些同样未接受和约的同盟国代表在场的情况下(这些代表是科林斯人先前亲自邀请来的),对拉刻代蒙人进行了反驳。 他们没有公开说明自己所遭受的不公,即他们既没有从雅典人那里收回索利乌姆,也没有收回阿纳克托里乌姆,或任何其他他们认为自身利益受损的事,而是以不能背叛色雷斯地区的盟友为借口。
ὀμόσαι γὰρ αὐτοῖς ὅρκους ἰδίᾳ τε, ὅτε μετὰ Ποτειδεατῶν τὸ πρῶτον ἀφίσταντο, καὶ ἄλλους ὕστερον.
因为他们曾单独向这些人立下誓言,无论是在最初与波提狄亚人一同叛乱时,还是后来在其他时候。
§5.30.3οὔκουν παραβαίνειν τοὺς τῶν ξυμμάχων ὅρκους ἔφασαν οὐκ ἐσιόντες ἐς τὰς τῶν Ἀθηναίων σπονδάς· θεῶν γὰρ πίστεις ὀμόσαντες ἐκείνοις οὐκ ἂν εὐορκεῖν προδιδόντες αὐτούς.
因此,他们声称,由于不加入与雅典人的和约,他们并没有违背同盟国的誓言;因为既然他们曾向那些人立下神圣的誓言,如果背叛他们,就不能算是守信。
εἰρῆσθαι δ’ ὅτι ‘ἢν μὴ θεῶν ἢ ἡρώων κώλυμα ᾖ· ’ φαίνεσθαι οὖν σφίσι κώλυμα θεῖον τοῦτο.
而且,和约中既然写着“除非有神明或英雄的阻碍”,那么在他们看来,这显然就是一种神圣的阻碍。
§5.30.4καὶ περὶ μὲν τῶν παλαιῶν ὅρκων τοσαῦτα εἶπον, περὶ δὲ τῆς Ἀργείων ξυμμαχίας μετὰ τῶν φίλων βουλευσάμενοι ποιήσειν ὅτι ἂν δίκαιον ᾖ.
关于旧的誓言,他们只说了这些;而关于与阿哥斯人的同盟,他们表示在与朋友商议后,将采取正当的行动。
§5.30.5καὶ οἱ μὲν Λακεδαιμονίων πρέσβεις ἀνεχώρησαν ἐπ’ οἴκου·
于是拉刻代蒙人的使者启程回国。
ἔτυχον δὲ παρόντες ἐν Κορίνθῳ καὶ Ἀργείων πρέσβεις, οἳ ἐκέλευον τοὺς Κορινθίους ἰέναι ἐς τὴν ξυμμαχίαν καὶ μὴ μέλλειν· οἱ δὲ ἐς τὸν ὕστερον ξύλλογον αὐτοῖς τὸν παρὰ σφίσι προεῖπον ἥκειν.
当时,阿哥斯人的使者也恰好在科林斯,他们催促科林斯人毫不迟延地加入同盟;但科林斯人通知他们,在他们那儿举行下一次会议时再来。