Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.29.1-5.29.4

万提内亚与阿哥斯结盟及伯罗奔尼撒的动荡

第 529 段,共 917 段 · 希腊语

内容简介

万提内亚人因惧怕拉刻代蒙人而率先与阿哥斯结盟,这引发了伯罗奔尼撒其他城邦的动荡,他们因对雅典和拉刻代蒙之间和约条款的不满与猜忌,也纷纷企图与阿哥斯结盟。

§5.29.1Μαντινῆς δ’ αὐτοῖς καὶ οἱ ξύμμαχοι αὐτῶν πρῶτοι προσεχώρησαν, δεδιότες τοὺς Λακεδαιμονίους.
万提内亚人及其同盟者首先加入了他们,因为他们害怕拉刻代蒙人。
τοῖς γὰρ Μαντινεῦσι μέρος τι τῆς Ἀρκαδίας κατέστραπτο ὑπήκοον ἔτι τοῦ πρὸς Ἀθηναίους πολέμου ὄντος, καὶ ἐνόμιζον οὐ περιόψεσθαι σφᾶς τοὺς Λακεδαιμονίους ἄρχειν, ἐπειδὴ καὶ σχολὴν ἦγον·
原来,在对雅典人的战争还在进行时,阿卡迪亚的一部分就已经被万提内亚人征服并臣服于他们,他们认为,既然拉刻代蒙人现在有了闲暇,就不会坐视他们继续统治下去。
ὥστε ἄσμενοι πρὸς τοὺς Ἀργείους ἐτράποντο, πόλιν τε μεγάλην νομίζοντες καὶ Λακεδαιμονίοις αἰεὶ διάφορον, δημοκρατουμένην τε ὥσπερ καὶ αὐτοί.
因此,他们欣然转向阿哥斯人,认为阿哥斯是一个大邦,向来与拉刻代蒙人对立,而且和他们自己一样实行民主制。
§5.29.2ἀποστάντων δὲ τῶν Μαντινέων καὶ ἡ ἄλλη Πελοπόννησος ἐς θροῦν καθίστατο ὡς καὶ σφίσι ποιητέον τοῦτο, νομίσαντες πλέον τέ τι εἰδότας μεταστῆναι αὐτοὺς καὶ τοὺς Λακεδαιμονίους ἅμα δι’ ὀργῆς ἔχοντες, ἐν ἄλλοις τε καὶ ὅτι ἐν ταῖς σπονδαῖς ταῖς Ἀττικαῖς ἐγέγραπτο εὔορκον εἶναι προσθεῖναι καὶ ἀφελεῖν ὅτι ἂν ἀμφοῖν τοῖν πολέοιν δοκῇ, Λακεδαιμονίοις καὶ Ἀθηναίοις.
万提内亚人脱离后,伯罗奔尼撒的其他地区也陷入了纷纷议论之中,认为自己也必须这样做。 他们觉得万提内亚人是因为知道了更多的内情才转变立场的,同时他们对拉刻代蒙人感到愤怒,其原因之一是,在阿提卡和约中写道:“只要符合两市(即拉刻代蒙和雅典)的意愿,增加或删除任何条款都是合乎誓言的。
§5.29.3τοῦτο γὰρ τὸ γράμμα μάλιστα τὴν Πελοπόννησον διεθορύβει καὶ ἐς ὑποψίαν καθίστη μὴ μετὰ Ἀθηναίων σφᾶς βούλωνται Λακεδαιμόνιοι δουλώσασθαι· δίκαιον γὰρ εἶναι πᾶσι τοῖς ξυμμάχοις γεγράφθαι τὴν μετάθεσιν.
” 因为这一条款最使伯罗奔尼撒人感到不安,并使他们产生怀疑,担心拉刻代蒙人想与雅典人合谋奴役他们;因为他们认为,任何修改条款的规定理应写入所有同盟国的协定中。
§5.29.4ὥστε φοβούμενοι οἱ πολλοὶ ὥρμηντο πρὸς τοὺς Ἀργείους καὶ αὐτοὶ ἕκαστοι ξυμμαχίαν ποιεῖσθαι.
因此,大多数人心怀恐惧,也各自急于与阿哥斯人结盟。

词汇与语法注释

  1. 5.29.1οὐ περιόψεσθαι σφᾶς τοὺς Λακεδαιμονίους ἄρχειν — 动词 περιοράω(容忍、听任)通常接补充性分词,但此处接了不定式 ἄρχειν。反身代词 σφᾶς(指万提内亚人自己)是不定式 ἄρχειν 的逻辑主语(即“他们自己实行统治”),而 τοὺς Λακεδαιμονίους 则是整个不定式结构 περιόψεσθαι 的逻辑主语。
  2. 5.29.2πλέον τέ τι εἰδότας — 宾格分词 εἰδότας 修饰不定式 μεταστῆναι 的逻辑主语 αὐτούς(指万提内亚人),表示原因,意为“因为他们(比其他人)知道更多(内情)”。
  3. 5.29.3δίκαιον γὰρ εἶναι — 这是由前文 νομίσαντες(或类似表示思考的词)引入的间接引语中的不定式。它是无人称句 δίκαιόν ἐστι(……是公正的/理所应当的)的不定式形式,而 γεγράφθαι τὴν μετάθεσιν(修改条款被写明)则是其实质主语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.29.1-5.29.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.29.1-5.29.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。