Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §5.3.1-5.3.6

托罗内的陷落与克里昂的进军

第 503 段,共 917 段 · 希腊语

内容简介

雅典军抢在撤退的帕西特里达斯之前占领了托罗内并俘获多人。大约在同一时间,波奥蒂亚人占领了帕纳克图姆,而克里昂则启航前往安菲波利斯。

§5.3.1βοηθήσαντες δὲ ἐς αὐτὸ Πασιτελίδας τε ὁ Λακεδαιμόνιος ἄρχων καὶ ἡ παροῦσα φυλακὴ προσβαλόντων τῶν Ἀθηναίων ἠμύνοντο.
拉凯戴孟人的指挥官帕西特里达斯和那里的守军前往该处增援,并在雅典人发动进攻时进行抵抗。
καὶ ὡς ἐβιάζοντο καὶ αἱ νῆες ἅμα περιέπλεον 〈αἱ〉 ἐς τὸν λιμένα περιπεμφθεῖσαι, δείσας ὁ Πασιτελίδας μὴ αἵ τε νῆες φθάσωσι λαβοῦσαι ἐρῆμον τὴν πόλιν καὶ τοῦ τειχίσματος ἁλισκομένου ἐγκαταληφθῇ, ἀπολιπὼν αὐτὸ δρόμῳ ἐχώρει ἐς τὴν πόλιν.
然而,随着他们受到压迫,同时被派往港口的战船也绕行驶入,帕西特里达斯担心战船会先夺取空无防备的城市,且在防壁陷落时自己会被切断退路而被俘,于是他放弃了防壁,快步退入城内。
§5.3.2οἱ δὲ Ἀθηναῖοι φθάνουσιν οἵ τε ἀπὸ τῶν νεῶν ἑλόντες τὴν Τορώνην καὶ ὁ πεζὸς ἐπισπόμενος αὐτοβοεὶ κατὰ τὸ διῃρημένον τοῦ παλαιοῦ τείχους ξυνεσπεσών.
但雅典人先发制人,船上的人占领了托罗内,陆军也紧随其后,呐喊着从旧墙拆毁的部分一同冲入。
καὶ τοὺς μὲν ἀπέκτειναν τῶν Πελοποννησίων καὶ Τορωναίων εὐθὺς ἐν χερσί, τοὺς δὲ ζῶντας ἔλαβον, καὶ Πασιτελίδαν τὸν ἄρχοντα.
他们当场在白兵战中杀死了部分伯罗奔尼撒人和托罗内人,并生擒了其余的人,包括指挥官帕西特里达斯。
§5.3.3Βρασίδας δὲ ἐβοήθει μὲν τῇ Τορώνῃ, αἰσθόμενος δὲ καθ’ ὁδὸν ἑαλωκυῖαν ἀνεχώρησεν, ἀποσχὼν τεσσαράκοντα μάλιστα σταδίους μὴ φθάσαι ἐλθών.
此时布拉西达斯正前往增援托罗内,但在途中得知该城已经陷落,由于未能及时赶到,他在距离大约四十斯塔迪翁的地方折返。
§5.3.4ὁ δὲ Κλέων καὶ οἱ Ἀθηναῖοι τροπαῖά τε ἔστησαν δύο, τὸ μὲν κατὰ τὸν λιμένα, τὸ δὲ πρὸς τῷ τειχίσματι, καὶ τῶν Τορωναίων γυναῖκας μὲν καὶ παῖδας ἠνδραπόδισαν, αὐτοὺς δὲ καὶ Πελοποννησίους καὶ εἴ τις ἄλλος Χαλκιδέων ἦν, ξύμπαντας ἐς ἑπτακοσίους, ἀπέπεμψαν ἐς τὰς Ἀθήνας·
克里昂和雅典人树立了两座战胜纪念碑,一座在港口附近,另一座在防壁旁;他们将托罗内人的妇女和儿童卖为奴隶,并将男子、伯罗奔尼撒人以及其他任何在场的卡尔基迪斯人(总共约七百人)送往雅典。
καὶ αὐτοῖς τὸ μὲν Πελοποννήσιον ὕστερον ἐν ταῖς γενομέναις σπονδαῖς ἀπῆλθε, τὸ δὲ ἄλλο ἐκομίσθη ὑπ’ Ὀλυνθίων, ἀνὴρ ἀντ’ ἀνδρὸς λυθείς.
其中,伯罗奔尼撒人后来在达成的和约中返回,其余的人则由奥林图斯人赎回,采用一人换一人的方式释放。
§5.3.5εἷλον δὲ καὶ Πάνακτον Ἀθηναίων ἐν μεθορίοις τεῖχος Βοιωτοὶ ὑπὸ τὸν αὐτὸν χρόνον προδοσίᾳ.
几乎在同一时间,波奥蒂亚人通过内奸背叛,占领了位于边界的雅典人要塞帕纳克图姆。
§5.3.6καὶ ὁ μὲν Κλέων φυλακὴν καταστησάμενος τῆς Τορώνης ἄρας περιέπλει τὸν Ἄθων ὡς ἐπὶ τὴν Ἀμφίπολιν.
克里昂在托罗内设立了守军,随后启航绕过阿索斯山,向着安菲波利斯方向驶去。

词汇与语法注释

  1. §5.3.1μὴ αἵ τε νῆες φθάσωσι λαβοῦσαι ἐρῆμον τὴν πόλιν καὶ τοῦ τειχίσματος ἁλισκομένου ἐγκαταληφθῇ — 在表示担忧的动词 `δείσας` 所引导的 `μὴ` 从句中,并列了两种不同的句法结构。前半句 `αἵ τε νῆες φθάσωσι λαβοῦσαι` 使用了 `φθάνω`+分词结构(比……先做某事);后半句 `τοῦ τειχίσματος ἁλισκομένου ἐγκαταληφθῇ` 插入了属格独立结构 `τοῦ τειχίσματος ἁλισκομένου`(在防壁正被占领时),而以帕西特里达斯为主语的被动语态虚拟语气 `ἐγκαταληφθῇ`(被截断退路/被留下)则同样受 `μὴ` 支配。
  2. §5.3.2φθάνουσιν οἵ τε ἀπὸ τῶν νεῶν ἑλόντες τὴν Τορώνην καὶ ὁ πεζὸς ... ξυνεσπεσών — 动词 `φθάνουσιν`(先于、抢先)支配了两个由不同的主语和分词组成的并列结构:`οἵ τε ... ἑλόντες` 与 `καὶ ὁ πεζὸς ... ξυνεσπεσών`。在上下文语境中,这表示雅典人的两支部队都比帕西特里达斯等人“抢先一步”冲入了城内。
  3. §5.3.3μὴ φθάσαι ἐλθών — 不定式 `φθάσαι`(抢先、赶上)带有否定词 `μὴ`,并伴有分词 `ἐλθών`(到达)。这一表达意为“以免能抢先到达”,即“因为他未能及时赶到(已经太迟了)”,用以说明导致他折返的结果或状况。
  4. §5.3.4ἀνὴρ ἀντ’ ἀνδρὸς λυθείς — 主格单数分词 `λυθείς`(被释放)与 `ἀνὴρ` 连用。虽然语法上的主语 `τὸ δὲ ἄλλο`(其余的人)是中性单数,但此处根据意义一致(schema ad sensum)选择了阳性单数形式,以个体的“男子”为焦点,独立地表示“一人换一人”的交换方式。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §5.3.1-5.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.3.1-5.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。