§5.3.1βοηθήσαντες δὲ ἐς αὐτὸ Πασιτελίδας τε ὁ Λακεδαιμόνιος ἄρχων καὶ ἡ παροῦσα φυλακὴ προσβαλόντων τῶν Ἀθηναίων ἠμύνοντο.
Pasitelidas, the Lacedaemonian commander, and the garrison present there went to its aid and defended themselves as the Athenians attacked.
καὶ ὡς ἐβιάζοντο καὶ αἱ νῆες ἅμα περιέπλεον 〈αἱ〉 ἐς τὸν λιμένα περιπεμφθεῖσαι, δείσας ὁ Πασιτελίδας μὴ αἵ τε νῆες φθάσωσι λαβοῦσαι ἐρῆμον τὴν πόλιν καὶ τοῦ τειχίσματος ἁλισκομένου ἐγκαταληφθῇ, ἀπολιπὼν αὐτὸ δρόμῳ ἐχώρει ἐς τὴν πόλιν.
But as they were being hard pressed and the ships sent around to the harbor were sailing in at the same time, Pasitelidas, fearing that the ships might seize the empty city first, and that he might be cut off and captured as the outer wall was being taken, abandoned it and retreated at a run into the city.
§5.3.2οἱ δὲ Ἀθηναῖοι φθάνουσιν οἵ τε ἀπὸ τῶν νεῶν ἑλόντες τὴν Τορώνην καὶ ὁ πεζὸς ἐπισπόμενος αὐτοβοεὶ κατὰ τὸ διῃρημένον τοῦ παλαιοῦ τείχους ξυνεσπεσών.
But the Athenians anticipated them, both those from the ships capturing Torone, and the land army following them, which burst in together with a shout through the broken part of the old wall.
καὶ τοὺς μὲν ἀπέκτειναν τῶν Πελοποννησίων καὶ Τορωναίων εὐθὺς ἐν χερσί, τοὺς δὲ ζῶντας ἔλαβον, καὶ Πασιτελίδαν τὸν ἄρχοντα.
And they killed some of the Peloponnesians and Toronaeans immediately in hand-to-hand combat, and took the others alive, including Pasitelidas the commander.
§5.3.3Βρασίδας δὲ ἐβοήθει μὲν τῇ Τορώνῃ, αἰσθόμενος δὲ καθ’ ὁδὸν ἑαλωκυῖαν ἀνεχώρησεν, ἀποσχὼν τεσσαράκοντα μάλιστα σταδίους μὴ φθάσαι ἐλθών.
Brasidas was coming to aid Torone, but having learned on the way that it had already been captured, he turned back, being about forty stades away, having failed to arrive in time.
§5.3.4ὁ δὲ Κλέων καὶ οἱ Ἀθηναῖοι τροπαῖά τε ἔστησαν δύο, τὸ μὲν κατὰ τὸν λιμένα, τὸ δὲ πρὸς τῷ τειχίσματι, καὶ τῶν Τορωναίων γυναῖκας μὲν καὶ παῖδας ἠνδραπόδισαν, αὐτοὺς δὲ καὶ Πελοποννησίους καὶ εἴ τις ἄλλος Χαλκιδέων ἦν, ξύμπαντας ἐς ἑπτακοσίους, ἀπέπεμψαν ἐς τὰς Ἀθήνας·
Cleon and the Athenians set up two trophies, one near the harbor and the other by the outer wall; they enslaved the women and children of the Toronaeans, and sent the men themselves, the Peloponnesians, and any other Chalcidians who were there, numbering about seven hundred in all, to Athens.
καὶ αὐτοῖς τὸ μὲν Πελοποννήσιον ὕστερον ἐν ταῖς γενομέναις σπονδαῖς ἀπῆλθε, τὸ δὲ ἄλλο ἐκομίσθη ὑπ’ Ὀλυνθίων, ἀνὴρ ἀντ’ ἀνδρὸς λυθείς.
Of these, the Peloponnesians later departed under the treaty that was made, while the rest were recovered by the Olynthians, being ransomed man for man.
§5.3.5εἷλον δὲ καὶ Πάνακτον Ἀθηναίων ἐν μεθορίοις τεῖχος Βοιωτοὶ ὑπὸ τὸν αὐτὸν χρόνον προδοσίᾳ.
Around the same time, the Boeotians also captured Panactum, a fortress of the Athenians on the border, through treachery.
§5.3.6καὶ ὁ μὲν Κλέων φυλακὴν καταστησάμενος τῆς Τορώνης ἄρας περιέπλει τὸν Ἄθων ὡς ἐπὶ τὴν Ἀμφίπολιν.
Cleon, having established a garrison in Torone, set sail and circumnavigated Mount Athos, heading towards Amphipolis.