Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.98.1-4.98.8

雅典传令官对占领神庙的辩护与反驳

第 463 段,共 917 段 · 希腊语

内容简介

雅典人向波奥蒂亚人派出传令官,依据希腊关于占领的惯例和防卫的必要性为自己占领德里翁进行辩护,并指责波奥蒂亚人以死者为质的行为更加不敬神。

§4.98.1τοσαῦτα τοῦ κήρυκος εἰπόντος οἱ Ἀθηναῖοι πέμψαντες παρὰ τοὺς Βοιωτοὺς ἑαυτῶν κήρυκα τοῦ μὲν ἱεροῦ οὔτε ἀδικῆσαι ἔφασαν οὐδὲν οὔτε τοῦ λοιποῦ ἑκόντες βλάψειν· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐσελθεῖν ἐπὶ τούτῳ, ἀλλ’ ἵνα ἐξ αὐτοῦ τοὺς ἀδικοῦντας μᾶλλον σφᾶς ἀμύνωνται.
当波奥蒂亚人的传令官说完这些话后,雅典人派出了自己的传令官前往波奥蒂亚人那里,声称他们既没有对神殿做过任何不义的事,今后也不会故意损害它;因为他们当初进入神殿并不是为了这个目的,而是为了从那里更好地防卫那些对他们行不义之人。
§4.98.2τὸν δὲ νόμον τοῖς Ἕλλησιν εἶναι, ὧν ἂν ᾖ τὸ κράτος τῆς γῆς ἑκάστης ἤν τε πλέονος ἤν τε βραχυτέρας, τούτων καὶ τὰ ἱερὰ αἰεὶ γίγνεσθαι, τρόποις θεραπευόμενα οἷς ἂν πρὸς τοῖς εἰωθόσι καὶ δύνωνται.
他们还主张,在希腊人中存在着这样一条法律:凡是拥有某块土地统治权的人,无论这块土地是大是小,其中的神殿也总是归他们所有,并在传统仪式之外,以他们所能做到的方式予以供奉。
§4.98.3καὶ γὰρ Βοιωτοὺς καὶ τοὺς πολλοὺς τῶν ἄλλων, ὅσοι ἐξαναστήσαντές τινα βίᾳ νέμονται γῆν, ἀλλοτρίοις ἱεροῖς τὸ πρῶτον ἐπελθόντας οἰκεῖα νῦν κεκτῆσθαι.
事实上,波奥蒂亚人以及其他大多数人,凡是依靠武力驱逐他人并占领土地的,起初都是侵入了别人的神殿,而现在则将其作为自己的财产占有。
§4.98.4καὶ αὐτοί, εἰ μὲν ἐπὶ πλέον δυνηθῆναι τῆς ἐκείνων κρατῆσαι, τοῦτ’ ἂν ἔχειν· νῦν δὲ ἐν ᾧ μέρει εἰσίν, ἑκόντες εἶναι ὡς ἐκ σφετέρου οὐκ ἀπιέναι.
雅典人自己也是如此,如果他们能够占领更多对方的领土,他们就会占有它;而现在对于他们所处的这一部分,他们绝不会自愿离开,因为他们认为这是自己的土地。
§4.98.5ὕδωρ τε ἐν τῇ ἀνάγκῃ κινῆσαι, ἣν οὐκ αὐτοὶ ὕβρει προσθέσθαι, ἀλλ’ ἐκείνους προτέρους ἐπὶ τὴν σφετέραν ἐλθόντας ἀμυνόμενοι βιάζεσθαι χρῆσθαι.
至于水,他们是在迫不得已的情况下动用的,这种迫切需要并不是他们自己出于傲慢而招致的,而是因为对方首先侵入了他们的领土,他们在进行防卫时被迫使用的。
§4.98.6πᾶν δ’ εἰκὸς εἶναι τὸ πολέμῳ καὶ δεινῷ τινὶ κατειργόμενον ξύγγνωμόν τι γίγνεσθαι καὶ πρὸς τοῦ θεοῦ.
在战争或某种危机逼迫下所做的一切,在神面前也理应得到宽恕。
καὶ γὰρ τῶν ἀκουσίων ἁμαρτημάτων καταφυγὴν εἶναι τοὺς βωμούς, παρανομίαν τε ἐπὶ τοῖς μὴ ἀνάγκῃ κακοῖς ὀνομασθῆναι καὶ οὐκ ἐπὶ τοῖς ἀπὸ τῶν ξυμφορῶν τι τολμήσασιν.
事实上,祭坛是无意中犯下罪过者的避难所,而“违法”这个词,是适用于那些在没有迫切需要的情况下作恶的人,而不是适用于那些因遭遇不幸而敢于做出某种尝试的人。
§4.98.7τούς τε νεκροὺς πολὺ μειζόνως ἐκείνους ἀντὶ ἱερῶν ἀξιοῦντας ἀποδιδόναι ἀσεβεῖν ἢ τοὺς μὴ ἐθέλοντας ἱεροῖς τὰ πρέποντα κομίζεσθαι.
他们还主张,那些要求以神殿(的归还)为条件来交换死者的人(波奥蒂亚人),其不敬神的程度要远比那些不愿给神殿送去不恰当回报的人(雅典人)严重得多。
§4.98.8σαφῶς τε ἐκέλευον σφίσιν εἰπεῖν μὴ ἀπιοῦσιν ἐκ τῆς Βοιωτῶν γῆς (οὐ γὰρ ἐν τῇ ἐκείνων ἔτι εἶναι, ἐν ᾗ δὲ δορὶ ἐκτήσαντο), ἀλλὰ κατὰ τὰ πάτρια τοὺς νεκροὺς σπένδουσιν ἀναιρεῖσθαι.
因此,他们明确要求对方告诉他们,不是要他们“撤离波奥蒂亚的土地”(因为他们已经不在对方的土地上,而是在用长矛夺取的土地上),而是要允许他们根据祖先的惯例,在订立停战协定的情况下收回死者。

词汇与语法注释

  1. §4.98.1τοῦ μὲν ἱεροῦ — 属格 τοῦ ἱεροῦ 起到关系属格(关于神殿)的作用,修饰后面的及物动词 ἀδικῆσαι 和 βλάψειν。尽管这些动词通常支配宾格,但此处属格前置以强调争端的核心主题。
  2. §4.98.4ἑκόντες εἶναι — 这是一个绝对不定式的习惯用法,主要用于否定句中,表示“自愿”或“至少就其意愿而言”。与否定词 οὐκ 连用,强化了他们绝不主动撤军的语气。
  3. §4.98.7τούς τε νεκροὺς πολὺ μειζόνως ἐκείνους ἀντὶ ἱερῶν ἀξιοῦντας ἀποδιδόναι ἀσεβεῖν — 这是一个带对格的不定式结构,其中 ἀσεβεῖν 的逻辑主语是 ἐκείνους ἀξιοῦντας(那些要求……的人)。短语 ἀντὶ ἱερῶν 意为“以换取神殿”。该句对比了波奥蒂亚人将死者作为谈判筹码的不敬,与雅典人拒绝将不恰当的交易带入神殿的行为,并谴责前者“严重得多”(πολὺ μειζόνως)。
  4. §4.98.8μὴ ἀπιοῦσιν ... ἀλλὰ ... σπένδουσιν — 与格分词 ἀπιοῦσιν 和 σπένδουσιν 与前置的与格代词 σφίσιν(指代雅典人)一致。它们作为条件或方式分词,对比了两种情况:“不是在撤离的条件下……而是在订立停战协定的情况下”收回死者(ἀναιρεῖσθαι)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.98.1-4.98.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.98.1-4.98.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。