§4.99.1οἱ δὲ Βοιωτοὶ ἀπεκρίναντο, εἰ μὲν ἐν τῇ Βοιωτίᾳ εἰσίν, ἀπιόντας ἐκ τῆς ἑαυτῶν ἀποφέρεσθαι τὰ σφέτερα, εἰ δὲ ἐν τῇ ἐκείνων, αὐτοὺς γιγνώσκειν τὸ ποιητέον, νομίζοντες, τὴν μὲν Ὠρωπίαν, ἐν ᾗ τοὺς νεκροὺς ἐν μεθορίοις τῆς μάχης γενομένης κεῖσθαι ξυνέβη, Ἀθηναίων κατὰ τὸ ὑπήκοον εἶναι, καὶ οὐκ ἂν αὐτοὺς βίᾳ σφῶν κρατῆσαι αὐτῶν· οὐδ’ αὖ ἐσπένδοντο δῆθεν ὑπὲρ τῆς ἐκείνων·
波奥蒂亚人回答道:“如果他们(雅典人)在波奥蒂亚,就应当离开我们(波奥蒂亚人)的土地,并带走属于他们自己的东西(死者);但如果他们是在他们自己的土地上,他们自己应该知道该怎么做。 ”因为波奥蒂亚人认为,由于战斗发生在边界地带,死者所躺在的奥罗皮亚地区是属于雅典人的藩属地,雅典人不可能违背波奥蒂亚人的意愿强行夺取他们(死者);另一方面,波奥蒂亚人也绝无意为属于雅典人的土地而订立停战协定。
τὸ δὲ ‘ἐκ τῆς ἑαυτῶν’ εὐπρεπὲς εἶναι ἀποκρίνασθαι ‘ἀπιόντας καὶ ἀπολαβεῖν ἃ ἀπαιτοῦσιν.
因此,他们认为回答“离开我们的土地,便可收回你们所要求的东西”是冠冕堂皇的。
’ ὁ δὲ κῆρυξ τῶν Ἀθηναίων ἀκούσας ἀπῆλθεν ἄπρακτος.
雅典人的传令官听完这些话后,一无所获地回去了。