Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.97.1-4.97.4

波奥蒂亚人抗议亵渎圣所并要求撤离

第 462 段,共 917 段 · 希腊语

内容简介

波奥蒂亚军在完成善后事宜后撤回塔纳格拉,并密谋进攻德里翁。同时,通过传令官谴责雅典人将神殿要塞化并日常使用圣水违反了希腊惯例,要求其撤离。

§4.97.1καὶ οἱ Βοιωτοὶ τροπαῖον στήσαντες καὶ τοὺς ἑαυτῶν ἀνελόμενοι νεκροὺς τούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ φυλακὴν καταλιπόντες ἀνεχώρησαν ἐς τὴν Τάναγραν, καὶ τῷ Δηλίῳ ἐπεβούλευον ὡς προσβαλοῦντες.
波奥蒂亚人在树立起战胜纪念碑、收回己方的尸体、剥去敌人的战利品并留下守备队之后,退回了塔纳格拉,并策划着准备进攻德里翁。
§4.97.2ἐκ δὲ τῶν Ἀθηναίων κῆρυξ πορευόμενος ἐπὶ τοὺς νεκροὺς ἀπαντᾷ κήρυκι Βοιωτῷ, ὃς αὐτὸν ἀποστρέψας καὶ εἰπὼν ὅτι οὐδὲν πράξει πρὶν ἂν αὐτὸς ἀναχωρήσῃ πάλιν, καταστὰς ἐπὶ τοὺς Ἀθηναίους ἔλεγε τὰ παρὰ τῶν Βοιωτῶν, ὅτι οὐ δικαίως δράσειαν παραβαίνοντες τὰ νόμιμα τῶν Ἑλλήνων·
而雅典人的一名传令官在前往收尸的途中,遇到了波奥蒂亚人的传令官,后者让他返回,并表示在自己回来之前,他不会有任何结果;随后,波奥蒂亚传令官站在雅典人面前,转达了波奥蒂亚人的话,即雅典人违反希腊人的惯例,做出了不公正的事。
§4.97.3πᾶσι γὰρ εἶναι καθεστηκὸς ἰόντας ἐπὶ τὴν ἀλλήλων ἱερῶν τῶν ἐνόντων ἀπέχεσθαι, Ἀθηναίους δὲ Δήλιον τειχίσαντας ἐνοικεῖν, καὶ ὅσα ἄνθρωποι ἐν βεβήλῳ δρῶσι πάντα γίγνεσθαι αὐτόθι, ὕδωρ τε ὃ ἦν ἄψαυστον σφίσι πλὴν πρὸς τὰ ἱερὰ χέρνιβι χρῆσθαι, ἀνασπάσαντας ὑδρεύεσθαι·
因为他说,在侵入彼此领土时,不触碰其中的神殿是所有人之间确立的规矩,而雅典人却将德里翁筑堡并居住其中,人类在俗世场所中所做的一切事情都在那里发生,而且他们还汲取并使用那些对波奥蒂亚人而言除了用作祭祀洗礼水之外不可触碰的水。
§4.97.4ὥστε ὑπέρ τε τοῦ θεοῦ καὶ ἑαυτῶν Βοιωτούς, ἐπικαλουμένους τοὺς ὁμωχέτας δαίμονας καὶ τὸν Ἀπόλλω, προαγορεύειν αὐτοὺς ἐκ τοῦ ἱεροῦ ἀπιόντας ἀποφέρεσθαι τὰ σφέτερα αὐτῶν.
因此,波奥义亚人为了神也为了他们自己,呼求共同祭坛的神明和阿波罗,宣告让他们离开神殿,并带走属于他们自己的东西。

词汇与语法注释

  1. §4.97.2πρὶν ἂν αὐτὸς ἀναχωρήσῃ πάλιν — αὐτός 是强调代词,指代主句的主语(即波奥蒂亚传令官自己)。πρὶν ἂν 搭配虚拟语气,紧跟在否定主句(οὐδὲν πράξει)之后,表示条件性的时间限制:“直到他自己返回”。
  2. §4.97.3πᾶσι γὰρ εἶναι καθεστηκός — 标志着间接引语(传令官的话)开始的带介词对格的不定式结构。εἶναι καθεστηκό斯 是无人称表达 καθεστηκός ἐστι(这已是确立的规矩)的不定式形式,其逻辑主语是不定式 ἀπέχεσθαι(克制、不触碰),而 ἰόντας(侵入者们)则是该不定式的对格主语。
  3. §4.97.3ὕδωρ τε ὃ ἦν ἄψαυστον σφίσι πλὴν πρὸς τὰ ἱερὰ χέρνιβι χρῆσθαι — 不定式 χρῆσθαι 连同 πλὴν πρὸς τὰ ἱερὰ(除了用于祭祀仪式以外)修饰并限制形容词 ἄψαυστον(不可触碰的)。整句话的意思是:“对他们(σφίσι)而言,除了作为祭祀洗礼水(χέρνιβι)使用(χρῆσθαι)之外,不可触碰的水”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.97.1-4.97.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.97.1-4.97.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。