§4.77.1ἡ μὲν οὖν ἐπιβουλὴ τοιαύτη παρεσκευάζετο, ὁ δὲ Ἱπποκράτης αὐτὸς μὲν ἐκ τῆς πόλεως δύναμιν ἔχων, ὁπότε καιρὸς εἴη, ἔμελλε στρατεύειν ἐς τοὺς Βοιωτούς, τὸν δὲ Δημοσθένη προαπέστειλε ταῖς τεσσαράκοντα ναυσὶν ἐς τὴν Ναύπακτον, ὅπως ἐξ ἐκείνων τῶν χωρίων στρατὸν ξυλλέξας Ἀκαρνάνων τε καὶ τῶν ἄλλων ξυμμάχων πλέοι ἐπὶ τὰς Σίφας ὡς προδοθησομένας·
因此,该计划正以这种方式筹备着。 而希波克拉底本人拥有一支来自城内的军队,准备在时机成熟时向波奥提亚人发动远征;同时,他派德摩斯梯尼率领四十艘船提前前往瑙帕克托斯,以便德摩斯梯尼能从这些地区集结阿卡纳尼亚人和其他盟友的军队,乘船前往将被背叛而献出的西法埃。
ἡμέρα δ’ αὐτοῖς εἴρητο ᾗ ἔδει ἅμα ταῦτα πράσσειν.
他们已经约定好了日期,在这一天必须同时执行这些行动。
§4.77.2καὶ ὁ μὲν Δημοσθένης ἀφικόμενος, Οἰνιάδας δὲ ὑπό τε Ἀκαρνάνων πάντων κατηναγκασμένους καταλαβὼν ἐς τὴν Ἀθηναίων ξυμμαχίαν καὶ αὐτὸς ἀναστήσας τὸ ξυμμαχικὸν τὸ ἐκείνῃ πᾶν, ἐπὶ Σαλύνθιον καὶ Ἀγραίους στρατεύσας πρῶτον καὶ προσποιησάμενος τἆλλα ἡτοιμάζετο ὡς ἐπὶ τὰς Σίφας, ὅταν δέῃ, ἀπαντησόμενος.
德摩斯梯尼抵达后,发现奥尼亚达伊已被所有阿卡纳尼亚人强迫加入雅典同盟,他自己也动员了该地区所有的盟军,首先对萨伦提乌斯和阿格莱亚人发动远征并使之归顺,随后准备其他事务,以便在需要时前往西法埃会师。