Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.76.1-4.76.5

雅典谋划入侵波奥提亚

第 441 段,共 917 段 · 希腊语

内容简介

雅典将军德摩斯梯尼抵达瑙帕克托斯,并与波奥提亚民主派流亡者勾结,准备通过多地同时起义和占领德利乌姆来推翻波奥提亚。

§4.76.1ἐν δὲ τῷ αὐτῷ θέρει καὶ Δημοσθένης Ἀθηναίων στρατηγὸς τεσσαράκοντα ναυσὶν ἀφικνεῖται ἐς Ναύπακτον, εὐθὺς μετὰ τὴν ἐκ τῆς Μεγαρίδος ἀναχώρησιν.
在同一个夏天,雅典将军德摩斯梯尼也率领四十艘船抵达了瑙帕克托斯,这紧接在他们从梅加里斯撤退之后。
§4.76.2τῷ γὰρ Ἱπποκράτει καὶ ἐκείνῳ τὰ Βοιώτια πράγματα ἀπό τινων ἀνδρῶν ἐν ταῖς πόλεσιν ἐπράσσετο, βουλομένων μεταστῆσαι τὸν κόσμον καὶ ἐς δημοκρατίαν ὥσπερ οἱ Ἀθηναῖοι τρέψαι· καὶ Πτοιοδώρου μάλιστ’ ἀνδρὸς φυγάδος ἐκ Θηβῶν ἐσηγουμένου τάδε αὐτοῖς παρεσκευάσθη.
因为某些城邦里的人正在为希波克拉底和德摩斯梯尼暗中策划波奥提亚的事务,这些人希望改变体制,使其像雅典人那样转变为民主制;主要是在来自底比斯的流亡者普托伊奥多罗斯的建议下,他们为此做了如下准备。
§4.76.3Σίφας μὲν ἔμελλόν τινες προδώσειν (αἱ δὲ Σῖφαί εἰσι τῆς Θεσπικῆς γῆς ἐν τῷ Κρισαίῳ κόλπῳ ἐπιθαλασσίδιοι)· Χαιρώνειαν δέ, ἣ ἐς Ὀρχομενὸν τὸν Μινύειον πρότερον καλούμενον, νῦν δὲ Βοιώτιον, ξυντελεῖ, ἄλλοι ἐξ Ὀρχομενοῦ ἐνεδίδοσαν, καὶ οἱ Ὀρχομενίων φυγάδες ξυνέπρασσον τὰ μάλιστα καὶ ἄνδρας ἐμισθοῦντο ἐκ Πελοποννήσου (ἔστι δὲ ἡ Χαιρώνεια ἔσχατον τῆς Βοιωτίας πρὸς τῇ Φανοτίδι τῆς Φωκίδος), καὶ Φωκέων μετεῖχόν τινες.
一些人准备背叛并交出西法埃(西法埃是克里萨湾畔泰斯庇埃领土内的一座沿海城镇);而另一些来自奥尔科梅努斯的人则要交出凯罗尼亚,该城隶属于奥尔科梅努斯(该城以前被称为米尼亚人的奥尔科梅努斯,现在被称为波奥提亚人的奥尔科梅努斯);奥尔科梅努斯的流亡者竭力协助,并从伯罗奔尼撒雇佣士兵(凯罗尼亚是波奥提亚的边境城镇,邻近福基斯的法诺蒂斯),一些福基斯人也参与了其中。
§4.76.4τοὺς δὲ Ἀθηναίους ἔδει Δήλιον καταλαβεῖν τὸ ἐν τῇ Ταναγραίᾳ πρὸς Εὔβοιαν τετραμμένον Ἀπόλλωνος ἱερόν, ἅμα δὲ ταῦτα ἐν ἡμέρᾳ ῥητῇ γίγνεσθαι, ὅπως μὴ ξυμβοηθήσωσιν ἐπὶ τὸ Δήλιον οἱ Βοιωτοὶ ἁθρόοι, ἀλλ’ ἐπὶ τὰ σφέτερα αὐτῶν ἕκαστοι κινούμενα.
而雅典人则必须占领德利乌姆,即塔纳格拉领土内面向优卑亚的阿波罗神庙,同时这些行动必须在指定的同一天进行,以便波奥提亚人不会集中兵力去救援德利乌姆,而是各自前往自己受到威胁的地方。
§4.76.5καὶ εἰ κατορθοῖτο ἡ πεῖρα καὶ τὸ Δήλιον τειχισθείη, ῥᾳδίως ἤλπιζον, εἰ καὶ μὴ παραυτίκα νεωτερίζοιτό τι τῶν κατὰ τὰς πολιτείας τοῖς Βοιωτοῖς, ἐχομένων τούτων τῶν χωρίων καὶ λῃστευομένης τῆς γῆς καὶ οὔσης ἑκάστοις διὰ βραχέος ἀποστροφῆς, οὐ μενεῖν κατὰ χώραν τὰ πράγματα, ἀλλὰ χρόνῳ τῶν Ἀθηναίων μὲν προσιόντων τοῖς ἀφεστηκόσι, τοῖς δὲ οὐκ οὔσης ἁθρόας τῆς δυνάμεως, καταστήσειν αὐτὰ ἐς τὸ ἐπιτήδειον.
他们轻易地指望,如果这一尝试获得成功且德利乌姆得以筑垒防守,即使波奥提亚人的政体中没有立即发生任何变革,由于这些据点被控制、土地被掠夺,且每个人都有近便的避难所,局势也不会维持原状,而是随着时间的推移,在雅典人支持起义者的同时,而对方又没有集中的兵力的情况下,局势会走向对雅典人有利的状态。

词汇与语法注释

  1. §4.76.2τῷ γὰρ Ἱπποκράτει καὶ ἐκείνῳ — 与格 τῷ... Ἱπποκράτει καὶ ἐκείνῳ 是施事与格(dative of agent)或关系与格(dative of reference),修饰被动动词 ἐπράσσετο(被策划)和 παρεσκευάσθη(被准备)。译为“为了/由希波克拉底和他(德摩斯梯尼)”。
  2. §4.76.3ξυντελεῖ — 动词 ξυντελεῖ(通常意为“共同支付、贡献”)在此处与宾格 ἐς Ὀρχομενὸν 连用,作不及物动词,表示政治上的隶属或归属关系,意为“隶属于”或“向奥尔科梅努斯纳税/贡献”。
  3. §4.76.4κινούμενα — 中性复数现在分词 κινούμενα.(正在被变动/扰乱的事物)修饰前文的物主短语 τὰ σφέτερα αὐτῶν(他们自己的领土/利益),整体指代“他们自己受到威胁(或发生动荡)的地方”。
  4. §4.76.5καταστήσειν — 将来时不定式 καταστήσειν 是由 ἤλπιζον(他们指望)引导的带宾格的不定式结构的一部分。该动词在此处作不及物动词使用,其主语承前句的 τὰ πράγματα(事态/局势),意为“局势将安顿在(有利的状态)”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.76.1-4.76.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.76.1-4.76.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。