§4.78.1Βρασίδας δὲ κατὰ τὸν αὐτὸν χρόνον τοῦ θέρους πορευόμενος ἑπτακοσίοις καὶ χιλίοις ὁπλίταις ἐς τὰ ἐπὶ Θρᾴκης ἐπειδὴ ἐγένετο ἐν Ἡρακλείᾳ τῇ ἐν Τραχῖνι καί, προπέμψαντος αὐτοῦ ἄγγελον ἐς Φάρσαλον παρὰ τοὺς ἐπιτηδείους, ἀξιοῦντος διάγειν ἑαυτὸν καὶ τὴν στρατιάν, ἦλθον ἐς Μελίτειαν τῆς Ἀχαΐας Πάναιρός τε καὶ Δῶρος καὶ Ἱππολοχίδας καὶ Τορύλαος καὶ Στρόφακος πρόξενος ὢν Χαλκιδέων, τότε δὴ ἐπορεύετο.
在此期间,巴西达斯在同年的夏天率领一千七百名重装步兵向色雷斯方向进军。 当他抵达特拉克斯的赫拉克利亚,并派使者提前前往法萨卢斯的朋友那里,请求准予他和他的军队通过时,帕奈罗斯、多罗斯、希波洛希达斯、托里劳斯以及作为卡尔基迪亚人领事(Proxenus)的斯特罗法克斯来到了阿开亚的梅里泰亚。 就在那时,他出发了。
§4.78.2ἦγον δὲ καὶ ἄλλοι Θεσσαλῶν αὐτὸν καὶ ἐκ Λαρίσης Νικονίδας Περδίκκᾳ ἐπιτήδειος ὤν.
其他的色萨利人也引导着他,还有来自拉里萨、身为佩尔迪卡斯之友的尼科尼达斯。
τὴν γὰρ Θεσσαλίαν ἄλλως τε οὐκ εὔπορον ἦν διιέναι ἄνευ ἀγωγοῦ καὶ μετὰ ὅπλων γε δή, καὶ τοῖς πᾶσί γε ὁμοίως Ἕλλησιν ὕποπτον καθειστήκει τὴν τῶν πέλας μὴ πείσαντας διιέναι·
因为,在没有向导的情况下通过色萨利本就不易,带着武器通过更是如此;而且对于所有的希腊人来说,不经邻居同意就穿过其土地,同样会被视为可疑的行为。
τοῖς τε Ἀθηναίοις αἰεί ποτε τὸ πλῆθος τῶν Θεσσαλῶν εὔνουν ὑπῆρχεν.
此外,色萨利的大多数民众对雅典人向来是友好的。
§4.78.3ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τὸ ἐγχώριον οἱ Θεσσαλοί, οὐκ ἄν ποτε προῆλθεν, ἐπεὶ καὶ τότε πορευομένῳ αὐτῷ ἀπαντήσαντες ἄλλοι τῶν τἀναντία τούτοις βουλομένων ἐπὶ τῷ Ἐνιπεῖ ποταμῷ ἐκώλυον καὶ ἀδικεῖν ἔφασαν ἄνευ τοῦ πάντων κοινοῦ πορευόμενον.
因此,如果色萨利人在国内实行的不是寡头专政(dynasteia)而是法律面前人人平等(isonomia),他绝不可能前行。 因为即便在当时,当他行军时,其他违背这些人意愿的人在埃尼培乌斯河阻拦他,声称他在未经全体公共决定同意的情况下行军是不义的行为。
§4.78.4οἱ δὲ ἄγοντες οὔτε ἀκόντων ἔφασαν διάξειν, αἰφνίδιόν τε παραγενόμενον ξένοι ὄντες κομίζειν.
而引导他的人表示,如果当地人反对,他们就不会带他通过,并且说由于巴西达斯是突然到来的,他们作为东道主只是在护送他。
ἔλεγε δὲ καὶ αὐτὸς ὁ Βρασίδας τῇ Θεσσαλῶν γῇ καὶ αὐτοῖς φίλος ὢν ἰέναι καὶ Ἀθηναίοις πολεμίοις οὖσι καὶ οὐκ ἐκείνοις ὅπλα ἐπιφέρειν, Θεσσαλοῖς τε οὐκ εἰδέναι καὶ Λακεδαιμονίοις ἔχθραν οὖσαν ὥστε τῇ ἀλλήλων γῇ μὴ χρῆσθαι, νῦν τε ἀκόντων ἐκείνων οὐκ ἂν προελθεῖν (οὐδὲ γὰρ ἂν δύνασθαι), οὐ μέντοι ἀξιοῦν γε εἴργεσθαι.
巴西达斯本人也表示,他是作为色萨利土地和人民的朋友而来的,他的武器是针对敌对的雅典人,而不是针对他们。 他还说,他不知道色萨利人与拉刻代蒙人之间存在着不得使用彼此土地的敌对关系,现在如果他们反对,他不会强行前进(因为他也无法做到),但他认为自己不应当被阻拦。
§4.78.5καὶ οἱ μὲν ἀκούσαντες ταῦτα ἀπῆλθον, ὁ δὲ κελευόντων τῶν ἀγωγῶν, πρίν τι πλέον ξυστῆναι τὸ κωλῦσον, ἐχώρει οὐδὲν ἐπισχὼν δρόμῳ.
那些人听完这些话便离去了。 而在向导们的催促下,巴西达斯为了在更多的阻拦势力集结起来之前通过,毫不片刻停留地一路疾行。
καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ, ᾗ ἐκ τῆς Μελιτείας ἀφώρμησεν, ἐς Φάρσαλόν τε ἐτέλεσε καὶ ἐστρατοπεδεύσατο ἐπὶ τῷ Ἀπιδανῷ ποταμῷ, ἐκεῖθεν δὲ ἐς Φάκιον, καὶ ἐξ αὐτοῦ ἐς Περραιβίαν.
就在他从梅里泰亚出发的当天,他抵达了法萨卢斯,并在阿皮丹努斯河畔安营扎寨,随后从那里前往法基翁,再从那里前往培赖比亚。
§4.78.6ἀπὸ δὲ τούτου ἤδη οἱ μὲν τῶν Θεσσαλῶν ἀγωγοὶ πάλιν ἀπῆλθον, οἱ δὲ Περραιβοὶ αὐτόν, ὑπήκοοι ὄντες Θεσσαλῶν, κατέστησαν ἐς Δῖον τῆς Περδίκκου ἀρχῆς, ὃ ὑπὸ τῷ Ὀλύμπῳ Μακεδονίας πρὸς Θεσσαλοὺς πόλισμα κεῖται.
此后,色萨利的向导们便折返回去,而身为色萨利臣属的培赖比亚人则将他送至佩尔迪卡斯领地内的迪翁;迪翁是马其顿的一座小城镇,坐落在奥林匹斯山下,邻近色萨利。