§4.74.1καὶ ὕστερον ὁ μὲν διαλυθέντων τῶν ξυμμάχων κατὰ πόλεις ἐπανελθὼν καὶ αὐτὸς ἐς τὴν Κόρινθον τὴν ἐπὶ Θρᾴκης στρατείαν παρεσκεύαζεν, ἵναπερ καὶ τὸ πρῶτον ὥρμητο·
后来,在盟军各自返回自己的城邦解散之后,布拉西达斯本人也回到了哥林多,并着手准备前往色雷斯的远征,这正是他最初就计划好的。
§4.74.2οἱ δὲ ἐν τῇ πόλει Μεγαρῆς, ἀποχωρησάντων καὶ τῶν Ἀθηναίων ἐπ’ οἴκου, ὅσοι μὲν τῶν πραγμάτων πρὸς τοὺς Ἀθηναίους μάλιστα μετέσχον, εἰδότες ὅτι ὤφθησαν εὐθὺς ὑπεξῆλθον, οἱ δὲ ἄλλοι κοινολογησάμενοι τοῖς τῶν φευγόντων φίλοις κατάγουσι τοὺς ἐκ Πηγῶν, ὁρκώσαντες πίστεσι μεγάλαις μηδὲν μνησικακήσειν, βουλεύσειν δὲ τῇ πόλει τὰ ἄριστα.
与此同时,城里的麦加拉人——在雅典人也撤回本国之后——那些最深地参与了与雅典人勾结的人,得知自己的阴谋已经败露,便立即秘密逃走;而其余的人则与流亡者的朋友们商议,将那些在佩盖的人接了回来,并让他们立下庄严的誓言,保证绝不记仇,且将为城邦的最佳利益献策。
§4.74.3οἱ δὲ ἐπειδὴ ἐν ταῖς ἀρχαῖς ἐγένοντο καὶ ἐξέτασιν ὅπλων ἐποιήσαντο, διαστήσαντες τοὺς λόχους ἐξελέξαντο τῶν τε ἐχθρῶν καὶ οἳ ἐδόκουν μάλιστα ξυμπρᾶξαι τὰ πρὸς τοὺς Ἀθηναίους ἄνδρας ὡς ἑκατόν, καὶ τούτων πέρι ἀναγκάσαντες τὸν δῆμον ψῆφον φανερὰν διενεγκεῖν, ὡς κατεγνώσθησαν, ἔκτειναν, καὶ ἐς ὀλιγαρχίαν τὰ μάλιστα κατέστησαν τὴν πόλιν.
然而,这些人在就任官职并进行武器检查时,将各个连队隔开,从他们的政敌以及那些被认为最积极地协助雅典人的人当中,挑选出了大约一百人;他们强迫公民大会对这些人进行公开投票,当这些人被判有罪后,便将他们处死,并在城邦中建立起了极端的寡头政治。
§4.74.4καὶ πλεῖστον δὴ χρόνον αὕτη ὑπ’ ἐλαχίστων γενομένη ἐκ στάσεως μετάστασις ξυνέμεινεν.
这一由内讧引起、由极少数人建立的政变,实际上维持了极长的时间。