Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.73.1-4.73.4

雅典军撤退与布拉西达斯进驻麦加拉

第 438 段,共 917 段 · 希腊语

内容简介

布拉西达斯率领的伯罗奔尼撒军与雅典军在麦加拉附近对峙,双方均保持防守姿态;随着雅典人首先撤退,伯罗奔尼撒人得以不战而进入麦加拉。

§4.73.1μετὰ δὲ τοῦτο Βρασίδας καὶ τὸ στράτευμα ἐχώρουν ἐγγυτέρω τῆς θαλάσσης καὶ τῆς τῶν Μεγαρέων πόλεως, καὶ καταλαβόντες χωρίον ἐπιτήδειον παραταξάμενοι ἡσύχαζον, οἰόμενοι σφίσιν ἐπιέναι τοὺς Ἀθηναίους καὶ τοὺς Μεγαρέας ἐπιστάμενοι περιορωμένους ὁποτέρων ἡ νίκη ἔσται.
在此之后,布拉西达斯和军队向着海岸和麦加拉人的城邦更近处进军,在占领了有利地形后,他们整队静候,认为雅典人会向他们进攻,并深知麦加拉人正处于观望之中,看胜利将归于哪一方。
§4.73.2καλῶς δὲ ἐνόμιζον σφίσιν ἀμφότερα ἔχειν, ἅμα μὲν τὸ μὴ ἐπιχειρεῖν προτέρους μηδὲ μάχης καὶ κινδύνου ἑκόντας ἄρξαι, ἐπειδή γε ἐν φανερῷ ἔδειξαν ἑτοῖμοι ὄντες ἀμύνεσθαι, καὶ αὐτοῖς ὥσπερ ἀκονιτὶ τὴν νίκην δικαίως ἂν τίθεσθαι, ἐν τῷ αὐτῷ δὲ καὶ πρὸς τοὺς Μεγαρέας ὀρθῶς ξυμβαίνειν·
他们认为,无论哪种情况对他们都十分有利:一方面,他们不主动发起进攻,也不自愿开始战斗和冒险,因为他们已经公开表明自己已做好防守的准备,因此胜利就将理所当然地归于他们,这简直是不战而胜;同时在另一方面,这也使得他们对麦加拉人的关系处于正确的地位。
§4.73.3εἰ μὲν γὰρ μὴ ὤφθησαν ἐλθόντες, οὐκ ἂν ἐν τύχῃ γίγνεσθαι σφίσιν, ἀλλὰ σαφῶς ἂν ὥσπερ ἡσσηθέντων στερηθῆναι εὐθὺς τῆς πόλεως· νῦν δὲ κἂν τυχεῖν αὐτοὺς Ἀθηναίους μὴ βουληθέντας ἀγωνίζεσθαι, ὥστε ἀμαχητὶ ἂν περιγενέσθαι αὐτοῖς ὧν ἕνεκα ἦλθον.
因为如果他们没有被看到前来救援,他们不仅不会有任何机会,反而显然会像战败者一样,立刻失去这座城邦;而现在,他们可能会遇到雅典人不想交战的情况,从而能够不流血地达到他们此来的目的。
ὅπερ καὶ ἐγένετο.
这也就是实际发生的情况。
§4.73.4οἱ γὰρ Μεγαρῆς, ὡς οἱ Ἀθηναῖοι ἐτάξαντο μὲν παρὰ τὰ μακρὰ τείχη ἐξελθόντες, ἡσύχαζον δὲ καὶ αὐτοὶ μὴ ἐπιόντων, λογιζόμενοι καὶ οἱ ἐκείνων στρατηγοὶ μὴ ἀντίπαλον εἶναι σφίσι τὸν κίνδυνον, ἐπειδὴ καὶ τὰ πλείω αὐτοῖς προυκεχωρήκει, ἄρξασι μάχης πρὸς πλέονας αὐτῶν ἢ λαβεῖν νικήσαντας Μέγαρα ἢ σφαλέντας τῷ βελτίστῳ τοῦ ὁπλιτικοῦ βλαφθῆναι, τοῖς δὲ ξυμπάσης τῆς δυνάμεως καὶ τῶν παρόντων μέρος ἕκαστον κινδυνεύειν εἰκότως ἐθέλειν τολμᾶν, χρόνον δὲ ἐπισχόντες καὶ ὡς οὐδὲν ἀφ’ ἑκατέρων ἐπεχειρεῖτο, ἀπῆλθον πρότερον οἱ Ἀθηναῖοι ἐς τὴν Νίσαιαν καὶ αὖθις οἱ Πελοποννήσιοι ὅθενπερ ὡρμήθησαν.
因为麦加拉人看到,雅典人虽出城并在长墙旁整装待发,但因敌人不进攻,他们自己也静立不动,雅典人的将军们也考虑到这一冒险对他们来说并不对等,因为他们的主要目的已经达到,而对多于自己的敌人发起战斗,胜了也不过是夺得麦加拉,败了却会损失重装步兵的精锐,相反,对于敌人而言,由于其全部力量中的每一部分在这里都只承担局部风险,因此他们自然愿意承担风险并大胆尝试;在等待了一段时间且双方都没有发起任何企图之后,雅典人首先撤回了尼萨亚,随后伯罗奔尼撒人也撤回到他们最初出发的地方。
οὕτω δὴ τῷ μὲν Βρασίδᾳ αὐτῷ καὶ τοῖς ἀπὸ τῶν πόλεων ἄρχουσιν οἱ τῶν φευγόντων φίλοι Μεγαρῆς, ὡς ἐπικρατήσαντι καὶ τῶν Ἀθηναίων οὐκέτι ἐθελησάντων μάχεσθαι, θαρσοῦντες μᾶλλον ἀνοίγουσί τε τὰς πύλας καὶ δεξάμενοι καταπεπληγμένων ἤδη τῶν πρὸς τοὺς Ἀθηναίους πραξάντων ἐς λόγους ἔρχονται.
正因如此,流亡者的朋友们认为布拉西达斯已占上风,且雅典人已无意交战,于是更加胆大起来,向布拉西达斯本人和来自各城邦的指挥官们打开了城门,在那些曾与雅典人勾结的人已经惊恐万分的情况下,将他们迎入城内并开始会谈。

词汇与语法注释

  1. 4.73.1περιορωμένους — 动词 ἐπίσταμαι(知道)的补足分词,修饰宾语的主语 τοὺς Μεγαρέας,表示“麦加拉人(正处于观望之中)”。
  2. 4.73.2ἀμφότερα ἔχειν — 非人称表达 καλῶς ἔχειν(好转、顺利)的主语。中性复数 ἀμφότερα(双方、两者)指紧随其后的两个方面:ἅμα μὲν ...(不主动进攻)和 ἐν τῷ αὐτῷ δὲ ...(对麦加拉人也处于正确地位)。
  3. 4.73.3κἂν τυχεῖν αὐτοὺς Ἀθηναίους μὴ βουληθέντας — κἂν 是 καὶ ἂν 的合音。在间接引语中,ἂν 与不定式 τυχεῖν 连用,表示过去的可能性(“本可能会…”)。这是 τυγχάνω + 分词(碰巧、偶然)的句型,其中 αὐτοὺς Ἀθη娜íους(雅典人自己)是不定式的主语,μὴ βουληθέντας 是与之修饰的分词,意为“雅典人自己可能刚好也不愿意交战”。
  4. 4.73.4οἱ γὰρ Μεγαρῆς — 这是一个典型的破格(Anacoluthon)句式。名词 οἱ γὰρ Μεγαρῆς 在句首作为主语,但由于中间插入了长篇的时间从句、雅典将军们的考量以及两军撤退的过程,导致句法结构中断。直到最后才通过 οὕτω δὴ ... οἱ τῶν φευγόντων φί完整引入并完成全句。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.73.1-4.73.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.73.1-4.73.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。