Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.75.1-4.75.2

安坦德鲁斯的收复与拉马科斯的撤退

第 440 段,共 917 段 · 希腊语

内容简介

雅典将军德莫多科斯和阿里斯提德为了防止安坦德鲁斯被美蒂利奈人要塞化而率军夺回该地;另一方面,前往蓬托斯的拉马科斯因山洪暴发失去船只,被迫由陆路退往迦克墩。

§4.75.1τοῦ δ’ αὐτοῦ θέρους τῆς Ἀντάνδρου ὑπὸ τῶν Μυτιληναίων, ὥσπερ διενοοῦντο, μελλούσης κατασκευάζεσθαι, οἱ τῶν ἀργυρολόγων νεῶν Ἀθηναίων στρατηγοὶ Δημόδοκος καὶ Ἀριστείδης, ὄντες περὶ Ἑλλήσποντον (ὁ γὰρ τρίτος αὐτῶν Λάμαχος δέκα ναυσὶν ἐς τὸν Πόντον ἐσεπεπλεύκει) ὡς ᾐσθάνοντο τὴν παρασκευὴν τοῦ χωρίου καὶ ἐδόκει αὐτοῖς δεινὸν εἶναι μὴ ὥσπερ τὰ Ἄναια ἐπὶ τῇ Σάμῳ γένηται, ἔνθα οἱ φεύγοντες τῶν Σαμίων καταστάντες τούς τε Πελοποννησίους ὠφέλουν ἐς τὰ ναυτικὰ κυβερνήτας πέμποντες καὶ τοὺς ἐν τῇ πόλει Σαμίους ἐς ταραχὴν καθίστασαν καὶ τοὺς ἐξιόντας ἐδέχοντο· οὕτω δὴ ξυναγείραντες ἀπὸ τῶν ξυμμάχων στρατιὰν καὶ πλεύσαντες, μάχῃ τε νικήσαντες τοὺς ἐκ τῆς Ἀντάνδρου ἐπεξελθόντας, ἀναλαμβάνουσι τὸ χωρίον πάλιν.
在同一个夏天,当安坦德鲁斯正准备如美蒂利奈人所计划的那样由他们建立防备时,负责征收贡金的船队的雅典将军德莫多科斯和阿里斯提德正逗留在赫勒斯滂附近(因为他们之中的第三人拉马科斯已经率领十艘船驶入了蓬托斯),他们察觉到了该地的防备准备,并认为这是一件危险的事,唯恐它变得像萨摩斯对岸的阿奈亚那样,在阿奈亚,萨摩斯的流亡者建立起据点,通过向伯罗奔尼撒人派遣舵手在海军事务上予以协助,使城内的萨摩斯人陷入混乱,并接纳逃亡出来的人;于是,他们从盟友中聚集了一支军队并乘船前往,在战斗中击败了从安坦德鲁斯出击的人,重新夺回了该地。
§4.75.2καὶ οὐ πολὺ ὕστερον ἐς τὸν Πόντον ἐσπλεύσας Λάμαχος, ἐν τῇ Ἡρακλεώτιδι ὁρμίσας ἐς τὸν Κάλητα ποταμὸν ἀπόλλυσι τὰς ναῦς ὕδατος ἄνωθεν γενομένου καὶ κατελθόντος αἰφνιδίου τοῦ ῥεύματος· αὐτὸς δὲ καὶ ἡ στρατιὰ πεζῇ διὰ Βιθυνῶν Θρᾳκῶν, οἵ εἰσι πέραν ἐν τῇ Ἀσίᾳ, ἀφικνεῖται ἐς Καλχηδόνα τὴν ἐπὶ τῷ στόματι τοῦ Πόντου Μεγαρέων ἀποικίαν.
不久之后,驶入蓬托斯的拉马科斯在赫拉克利亚领土内的卡莱斯河锚泊,却因上游降下大雨、急流骤然冲下而失去了所有的船只;他本人和军队则徒步穿过位于亚洲对岸的庇提尼亚色雷斯人的土地,抵达了位于蓬托斯海口、由麦加拉人建立的殖民城市迦克墩。

词汇与语法注释

  1. §4.75.1μὴ ὥσπερ τὰ Ἄναια ἐπὶ τῇ Σάμῳ γένηται — 带虚拟语气(γένηται)的 μή 从句表示担忧或恐惧(“唯恐变成……”),这取决于隐含在 ἐδόκει αὐτοῖς δεινὸν εἶναι(“他们认为这是一件危险/可怕的事”)中的担忧意味。
  2. §4.75.2ὕδατος ἄνωθεν γενομένου καὶ κατελθόντος αἰφνιδίου τοῦ ῥεύματος — 这是一个包含分词 γενομένου 和 κατελθόντος 的双重属格绝对结构,解释了失去船只的原因。这里的 ὕδατος 字面意思是“水”,在此指“大雨”(“来自上方的水”或“上游的水”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.75.1-4.75.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.75.1-4.75.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。