§4.63.1‘καὶ νῦν τοῦ ἀφανοῦς τε τούτου διὰ τὸ ἀτέκμαρτον δέος καὶ διὰ τὸ ἤδη † φοβεροὺς παρόντας Ἀθηναίους, κατ’ ἀμφότερα ἐκπλαγέντες, καὶ τὸ ἐλλιπὲς τῆς γνώμης, ὧν ἕκαστός τι ᾠήθημεν πράξειν, ταῖς κωλύμαις ταύταις ἱκανῶς νομίσαντες εἰρχθῆναι, τοὺς ἐφεστῶτας πολεμίους ἐκ τῆς χώρας ἀποπέμπωμεν, καὶ αὐτοὶ μάλιστα μὲν ἐς ἀίδιον ξυμβῶμεν, εἰ δὲ μή, χρόνον ὡς πλεῖστον σπεισάμενοι τὰς ἰδίας διαφορὰς ἐς αὖθις ἀναβαλώμεθα.
“现在,我们因这两方面而感到震惊——一方面是对这由于无法预测而产生的、对不可知未来的恐惧,另一方面是由于已经以可怕之势临在眼前的雅典人——并且认为我们各自预期要达到的目的中,我们计划不足的部分已被这些障碍充分阻碍,那么就让我们把压境的敌人从我们的土地上遣走,而我们自己,最好是永远达成和解;如果做不到,也要缔结尽可能长期的休战协定,将我们私下的分歧推迟到以后。
§4.63.2τὸ ξύμπαν τε δὴ γνῶμεν πειθόμενοι μὲν ἐμοὶ πόλιν ἕξοντες ἕκαστος ἐλευθέραν, ἀφ’ ἧς αὐτοκράτορες ὄντες τὸν εὖ καὶ κακῶς δρῶντα ἐξ ἴσου ἀρετῇ ἀμυνούμεθα· ἢν δ᾽ ἀπιστήσαντες ἄλλοις ὑπακούσωμεν, οὐ περὶ τοῦ τιμωρήσασθαί τινα, ἀλλὰ καὶ ἄγαν εἰ τύχοιμεν, φίλοι μὲν ἂν τοῖς ἐχθίστοις, διάφοροι δὲ οἷς οὐ χρὴ κατ’ ἀνάγκην γιγνοίμεθα.
总之,让我们认清这一点:如果听从我的话,我们每个人都将拥有一个自由的城邦,我们将以此为基地,作为自己主宰的人,以同等的勇气去回报或抵御那些对我们行善或作恶的人;但如果我们不予信任而听从他人,不仅谈不上向任何人复仇,而且相反,即使我们极其幸运,我们也会必然变成最凶恶敌人的朋友,而与本不该敌对的人产生分歧。 ”