§4.62.1‘καὶ τὸ μὲν πρὸς τοὺς Ἀθηναίους τοσοῦτον ἀγαθὸν εὖ βουλευομένοις εὑρίσκεται· §4.62.2τὴν δὲ ὑπὸ πάντων ὁμολογουμένην ἄριστον εἶναι εἰρήνην πῶς οὐ χρὴ καὶ ἐν ἡμῖν αὐτοῖς ποιήσασθαι;
“如果我们妥善商议,在对待雅典人的关系上就能找到如此巨大的利益;但对于被所有人公认为最美好的和平,我们怎能不在我们自身之间实现它呢?
ἢ δοκεῖτε, εἴ τῴ τι ἔστιν ἀγαθὸν ἢ εἴ τῳ τὰ ἐναντία, οὐχ ἡσυχίαν μᾶλλον ἢ πόλεμον τὸ μὲν παῦσαι ἂν ἑκατέρῳ, τὸ δὲ ξυνδιασῶσαι, καὶ τὰς τιμὰς καὶ λαμπρότητας ἀκινδυνοτέρας ἔχειν τὴν εἰρήνην, ἄλλα τε ὅσα ἐν μήκει λόγων ἄν τις διέλθοι, ὥσπερ περὶ τοῦ πολεμεῖν;
或者,如果有人拥有好东西,而有人拥有相反的东西,难道你们不认为,是安宁而不是战争能为每个人消除后者并共同保全前者,并且和平能使名誉和光荣更加免于危险,以及其他所有人们可以长篇大论加以阐述的事情,就像谈论战争那样吗?
ἃ χρὴ σκεψαμένους μὴ τοὺς ἐμοὺς λόγους ὑπεριδεῖν, τὴν δὲ αὑτοῦ τινὰ σωτηρίαν μᾶλλον ἀπ’ αὐτῶν προϊδεῖν.
思考这些事情,你们不应该忽视我的话,而应该从中预见到各自的自身安全。
§4.62.3καὶ εἴ τις βεβαίως τι ἢ τῷ δικαίῳ ἢ βίᾳ πράξειν οἴεται, τῷ παρ’ ἐλπίδα μὴ χαλεπῶς σφαλλέσθω, γνοὺς ὅτι πλείους ἤδη καὶ τιμωρίαις μετιόντες τοὺς ἀδικοῦντας καὶ ἐλπίσαντες ἕτεροι δυνάμει τινὶ πλεονεκτήσειν, οἱ μὲν οὐχ ὅσον οὐκ ἠμύναντο, ἀλλ’ οὐδ᾽ ἐσώθησαν, τοὺς δ’ ἀντὶ τοῦ πλέον ἔχειν προσκαταλιπεῖν τὰ αὑτῶν ξυνέβη.
如果有人认为自己无论凭正义还是凭武力都能确切地办成某事,就不要因出乎意料的事而遭受惨痛的挫折,因为他应该知道,以往已有许多人,有的是为了向作恶者复仇而追击,有的则是指望凭借某种力量占得便宜,结果前者不仅未能复仇,甚至连自身都没能保全,而后者不但没有得到更多,反而连自己的东西也丢弃了。
§4.62.4τιμωρία γὰρ οὐκ εὐτυχεῖ δικαίως, ὅτι καὶ ἀδικεῖται· οὐδὲ ἰσχὺς βέβαιον, διότι καὶ εὔελπι.
因为复仇并不因为其具有正当性就必然成功,力量也不因为其满怀希望就是可靠的。
τὸ δὲ ἀστάθμητον τοῦ μέλλοντος ὡς ἐπὶ πλεῖστον κρατεῖ, πάντων τε σφαλερώτατον ὂν ὅμως καὶ χρησιμώτατον φαίνεται· ἐξ ἴσου γὰρ δεδιότες προμηθίᾳ μᾶλλον ἐπ’ ἀλλήλους ἐρχόμεθα.
而未来的不可预测性支配着绝大多数事物,虽然它在所有事物中最容易让人栽跟头,但它同样显得最有用处;因为我们由于同样感到恐惧,才会带着更多的审慎来相互对待。 ”