§4.64.1‘καὶ ἐγὼ μέν, ἅπερ καὶ ἀρχόμενος εἶπον, πόλιν τε μεγίστην παρεχόμενος καὶ ἐπιών τῳ μᾶλλον ἢ ἀμυνούμενος ἀξιῶ προιδόμενος αὐτῶν ξυγχωρεῖν, καὶ μὴ τοὺς ἐναντίους οὕτω κακῶς δρᾶν ὥστε αὐτὸς τὰ πλείω βλάπτεσθαι, μηδὲ μωρίᾳ φιλονικῶν ἡγεῖσθαι τῆς τε οἰκείας γνώμης ὁμοίως αὐτοκράτωρ εἶναι καὶ ἧς οὐκ ἄρχω τύχης, ἀλλ’ ὅσον εἰκὸς ἡσσᾶσθαι.
“而我,正像我在开始时所说的那样,代表着最大的城邦,且处于进攻他人而非防守他人的地位,我认为应当在预见到这些情况后做出让步,不至于为了给敌人造成伤害而使自己遭受更大的损失,也不因愚蠢的争强好胜而认为,自己对自己所不支配的命运,能像对自己的意图一样拥有主宰权,而是在合乎情理的范围内甘愿退让。
§4.64.2καὶ τοὺς ἄλλους δικαιῶ ταὐτό μοι ποιῆσαι, ὑφ’ ὑμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν πολεμίων τοῦτο παθεῖν.
我也要求其他人做出和我一样的事,即由你们自己、而不是由敌人来使自己遭受这一点。
§4.64.3οὐδὲν γὰρ αἰσχρὸν οἰκείους οἰκείων ἡσσᾶσθαι, ἢ Δωριᾶ τινὰ Δωριῶς ἢ Χαλκιδέα τῶν ξυγγενῶν, τὸ δὲ ξύμπαν γείτονας ὄντας καὶ ξυνοίκους μιᾶς χώρας καὶ περιρρύτου καὶ ὄνομα ἓν κεκλημένους Σικελιώτας·
因为同胞向同胞让步绝非耻辱,无论是多利亚人向多利亚人让步,还是卡尔基斯人向其同族让步,总之,因为我们是邻居,是同一个被海环绕之土地的共同居住者,并且被冠以同一个名字——西西里人。
οἳ πολεμήσομέν τε, οἶμαι, ὅταν ξυμβῇ, καὶ ξυγχωρησόμεθά γε πάλιν καθ’ ἡμᾶς αὐτοὺς λόγοις κοινοῖς χρώμενοι· §4.64.4τοὺς δὲ ἀλλοφύλους ἐπελθόντας ἁθρόοι αἰεί, ἢν σωφρονῶμεν, ἀμυνούμεθα, εἴπερ καὶ καθ᾽ ἑκάστους βλαπτόμενοι ξύμπαντες κινδυνεύομεν· ξυμμάχους δὲ οὐδέποτε τὸ λοιπὸν ἐπαξόμεθα οὐδὲ διαλλακτάς.
我想,在情况发生时,我们会进行战争,但我们也会通过共同的对话,在我们自己内部重新达成和解;但对于来犯的异族人,如果我们明智的话,我们将始终团结一致予以击退,因为即使我们只是个别受损,我们全体也都会面临危险;今后我们绝不再引进外部盟友或调停人。
§4.64.5τάδε γὰρ ποιοῦντες ἔν τε τῷ παρόντι δυοῖν ἀγαθοῖν οὐ στερήσομεν τὴν Σικελίαν, Ἀθηναίων τε ἀπαλλαγῆναι καὶ οἰκείου πολέμου, καὶ ἐς τὸ ἔπειτα καθ’ ἡμᾶς αὐτοὺς ἐλευθέραν νεμούμεθα καὶ ὑπὸ ἄλλων ἧσσον ἐπιβουλευομένην.
因为这样做,我们在目前就不会让西西里失去两项福祉——摆脱雅典人以及摆脱内战,而且在将来,我们将在我们自己内部自由地治理它,且较少受到他人的阴谋觊觎。
’
”