§4.40.1παρὰ γνώμην τε δὴ μάλιστα τῶν κατὰ τὸν πόλεμον τοῦτο τοῖς Ἕλλησιν ἐγένετο· τοὺς γὰρ Λακεδαιμονίους οὔτε λιμῷ οὔτ’ ἀνάγκῃ οὐδεμιᾷ ἠξίουν τὰ ὅπλα παραδοῦναι, ἀλλὰ ἔχοντας καὶ μαχομένους ὡς ἐδύναντο ἀποθνῄσκειν.
这确实是整个战争中对希腊人来说最出乎意料的事;因为他们原以为,拉刻代蒙人绝不会因饥饿或任何强迫而缴械投降,而是会手握武器,尽其所能战斗到死。
§4.40.2ἀπιστοῦντές τε μὴ εἶναι τοὺς παραδόντας τοῖς τεθνεῶσιν ὁμοίους, καί τινος ἐρομένου ποτὲ ὕστερον τῶν Ἀθηναίων ξυμμάχων δι’ ἀχθηδόνα ἕνα τῶν ἐκ τῆς νήσου αἰχμαλώτων εἰ οἱ τεθνεῶτες αὐτῶν καλοὶ κἀγαθοί, ἀπεκρίνατο αὐτῷ πολλοῦ ἂν ἄξιον εἶναι τὸν ἄτρακτον, λέγων τὸν οἰστόν, εἰ τοὺς ἀγαθοὺς διεγίγνωσκε, δήλωσιν ποιούμενος ὅτι ὁ ἐντυγχάνων τοῖς τε λίθοις καὶ τοξεύμασι διεφθείρετο.
人们不相信投降的人与战死的人具有同样的品质。 后来,雅典盟友中的一人出于恶意,问一个来自该岛的俘虏,他们中战死的人是否是优秀的人,那人回答说,如果“纺锤”(他指的是箭)能够识别出优秀的人,那它可就值大钱了。 他以此表明,凡是碰上飞石和箭矢的人,都会丧命。