§4.39.1χρόνος δὲ ὁ ξύμπας ἐγένετο ὅσον οἱ ἄνδρες [οἱ] ἐν τῇ νήσῳ ἐπολιορκήθησαν, ἀπὸ τῆς ναυμαχίας μέχρι τῆς ἐν τῇ νήσῳ μάχης, ἑβδομήκοντα ἡμέραι καὶ δύο.
那些人在岛上被围困的总时间,从海战开始直到岛上的战斗结束,共计七十二天。
§4.39.2τούτων περὶ εἴκοσιν ἡμέρας, ἐν αἷς οἱ πρέσβεις περὶ τῶν σπονδῶν ἀπῇσαν, ἐσιτοδοτοῦντο, τὰς δὲ ἄλλας τοῖς ἐσπλέουσι λάθρᾳ διετρέφοντο.
在此期间,大约有二十天——即使节们为和约前去的日子里——他们得到了粮食供应;但在其余的日子里,他们靠着那些秘密航行入境的人送来的东西维持生活。
καὶ ἦν σῖτός τις ἐν τῇ νήσῳ καὶ ἄλλα βρώματα ἐγκατελήφθη· ὁ γὰρ ἄρχων Ἐπιτάδας ἐνδεεστέρως ἑκάστῳ παρεῖχεν ἢ πρὸς τὴν ἐξουσίαν.
岛上也有一些谷物,其他食物也被留存了下来;因为指挥官埃皮塔达斯分给每个人的配给,比他手头拥有的资源所允许的还要少。
§4.39.3οἱ μὲν δὴ Ἀθηναῖοι καὶ οἱ Πελοποννήσιοι ἀνεχώρησαν τῷ στρατῷ ἐκ τῆς Πύλου ἑκάτεροι ἐπ’ οἴκου, καὶ τοῦ Κλέωνος καίπερ μανιώδης οὖσα ἡ ὑπόσχεσις ἀπέβη· ἐντὸς γὰρ εἴκοσιν ἡμερῶν ἤγαγε τοὺς ἄνδρας, ὥσπερ ὑπέστη.
于是,雅典人和伯罗奔尼撒人各自率领军队从皮洛斯撤回本国。 克里翁那个虽然显得疯狂的诺言最终得以兑现;因为他正如自己所承诺的那样,在二十天之内把那些人带了回来。