§4.41.1κομισθέντων δὲ τῶν ἀνδρῶν οἱ Ἀθηναῖοι ἐβούλευσαν δεσμοῖς μὲν αὐτοὺς φυλάσσειν μέχρι οὗ τι ξυμβῶσιν, ἢν δ’ οἱ Πελοποννήσιοι πρὸ τούτου ἐς τὴν γῆν ἐσβάλωσιν, ἐξαγαγόντες ἀποκτεῖναι.
在那些人被送达之后,雅典人决定用锁链将他们拘留看管,直到双方达成某种协定;但若在这之前伯罗奔尼撒人入侵雅典领土,则将他们带出处决。
§4.41.2τῆς δὲ Πύλου φυλακὴν κατεστήσαντο, καὶ οἱ ἐκ τῆς Ναυπάκτου Μεσσήνιοι ὡς ἐς πατρίδα ταύτην (ἔστι γὰρ ἡ Πύλος τῆς Μεσσηνίδος ποτὲ οὔσης γῆς) πέμψαντες σφῶν αὐτῶν τοὺς ἐπιτηδειοτάτους ἐλῄζοντό τε τὴν Λακωνικὴν καὶ πλεῖστα ἔβλαπτον ὁμόφωνοι ὄντες.
他们还在皮洛斯设立了守备队;而纳夫帕克托斯的美塞尼亚人,将此地视为祖国(因为皮洛斯曾经是美塞尼亚人的土地),派遣了他们之中最合适的人手,掠夺拉科尼亚地区,并因为操着相同的方言而给对方造成了极大的损失。
§4.41.3οἱ δὲ Λακεδαιμόνιοι ἀμαθεῖς ὄντες ἐν τῷ πρὶν χρόνῳ λῃστείας καὶ τοῦ τοιούτου πολέμου, τῶν τε Εἱλώτων αὐτομολούντων καὶ φοβούμενοι μὴ καὶ ἐπὶ μακρότερον σφίσι τι νεωτερισθῇ τῶν κατὰ τὴν χώραν, οὐ ῥᾳδίως ἔφερον, ἀλλὰ καίπερ οὐ βουλόμενοι ἔνδηλοι εἶναι τοῖς Ἀθηναίοις ἐπρεσβεύοντο παρ’ αὐτοὺς καὶ ἐπειρῶντο τήν τε Πύλον καὶ τοὺς ἄνδρας κομίζεσθαι.
至于拉刻代蒙人,他们在此之前对掠夺和此类战争并不熟悉,由于希洛人纷纷逃亡,且他们害怕国内的局势可能进一步发生对他们不利的变革,因此感到难以忍受。 尽管他们不想让雅典人看出这一点,但还是向雅典人派出了使节,试图收回皮洛斯和那些被俘的人。
§4.41.4οἱ δὲ μειζόνων τε ὠρέγοντο καὶ πολλάκις φοιτώντων αὐτοὺς ἀπράκτους ἀπέπεμπον.
然而,雅典人追求更大的利益,尽管使节多次往返,也都被打发空手而归。
ταῦτα μὲν τὰ περὶ Πύλον γενόμενα.
以上便是围绕皮洛斯所发生的事件。