§4.18.1γνῶτε δὲ καὶ ἐς τὰς ἡμετέρας νῦν ξυμφορὰς ἀπιδόντες, οἵτινες ἀξίωμα μέγιστον τῶν Ἑλλήνων ἔχοντες ἥκομεν παρ’ ὑμᾶς, πρότερον αὐτοὶ κυριώτεροι νομίζοντες εἶναι δοῦναι ἐφ’ ἃ νῦν ἀφιγμένοι ὑμᾶς αἰτούμεθα.
通过看一看我们当前的不幸,你们也应该认识到这一点:我们这些在希腊人中享有最高声望的人,如今来到了你们面前,而以前我们曾认为自己更有权力去赐予那些我们现在前来向你们恳求的事物。
§4.18.2καίτοι οὔτε δυνάμεως ἐνδείᾳ ἐπάθομεν αὐτὸ οὔτε μείζονος προσγενομένης ὑβρίσαντες, ἀπὸ δὲ τῶν αἰεὶ ὑπαρχόντων γνώμῃ σφαλέντες, ἐν ᾧ πᾶσι τὸ αὐτὸ ὁμοίως ὑπάρχει.
然而,我们遭受这一切,既非因为缺乏力量,也非因为在力量增长时变得傲慢自大,而是因为在依赖我们一贯拥有的力量时,在判断上犯了错误——这种情况对所有人来说都是同样可能发生的。
§4.18.3ὥστε οὐκ εἰκὸς ὑμᾶς διὰ τὴν παροῦσαν νῦν ῥώμην πόλεώς τε καὶ τῶν προσγεγενημένων καὶ τὸ τῆς τύχης οἴεσθαι αἰεὶ μεθ’ ὑμῶν ἔσεσθαι.
因此,如果你们因为城邦当下的力量和新近获得的成果,就认为运气也会永远站在你们这一边,这是不合情理的。
§4.18.4σωφρόνων δὲ ἀνδρῶν οἵτινες τἀγαθὰ ἐς ἀμφίβολον ἀσφαλῶς ἔθεντο (καὶ ταῖς ξυμφοραῖς οἱ αὐτοὶ εὐξυνετώτερον ἂν προσφέροιντο), τόν τε πόλεμον νομίσωσι μὴ καθ’ ὅσον ἄν τις αὐτοῦ μέρος βούληται μεταχειρίζειν, τούτῳ ξυνεῖναι, ἀλλ’ ὡς ἂν αἱ τύχαι αὐτῶν ἡγήσωνται· καὶ ἐλάχιστ’ ἂν οἱ τοιοῦτοι πταίοντες διὰ τὸ μὴ τῷ ὀρθουμένῳ αὐτοῦ πιστεύοντες ἐπαίρεσθαι ἐν τῷ εὐτυχεῖν ἂν μάλιστα καταλύοιντο.
因为明智之人的特征在于,将自己的利益安全地当作不确定之物来对待(这样的人在面对逆境时也会更加明智),并且认为战争绝非仅凭人们希望处理其中的某一部分就可以参与的,而是会随着命运的引导而发展;这样的人最少遭受挫折,因为他们不会因信任战争中顺遂的部分而自负,他们最能在顺境中结束战争。
§4.18.5ὃ νῦν ὑμῖν, ὦ Ἀθηναῖοι, καλῶς ἔχει πρὸς ἡμᾶς πρᾶξαι,καὶ μή ποτε ὕστερον, ἢν ἄρα μὴ πειθόμενοι σφαλῆτε, ἃ πολλὰ ἐνδέχεται, νομισθῆναι τύχῃ καὶ τὰ νῦν προχωρήσαντα κρατῆσαι, ἐξὸν ἀκίνδυνον δόκησιν ἰσχύος καὶ ξυνέσεως ἐς τὸ ἔπειτα καταλιπεῖν.
雅典人啊,这正是你们现在对我们采取的恰当做法,以免日后如果你们因不听劝告而失败(这种情况在很多方面都很容易发生),人们会认为你们连当下的成功也完全是凭借运气获得的,尽管你们原本可以为未来留下力量和智慧的无风险的声誉。