Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.19.1-4.19.4

斯巴达使者提议和约与倡导宽容和解

第 384 段,共 917 段 · 希腊语

内容简介

斯巴达使者向雅典提议,以缔结和平与同盟为条件换回岛上的士兵,并阐明只有当强者展现宽容、而非强加不平等条款时,才能达成真正且持久的和解。

§4.19.1‘Λακεδαιμόνιοι δὲ ὑμᾶς προκαλοῦνται ἐς σπονδὰς καὶ διάλυσιν πολέμου, διδόντες μὲν εἰρήνην καὶ ξυμμαχίαν καὶ ἄλλην φιλίαν πολλὴν καὶ οἰκειότητα ἐς ἀλλήλους ὑπάρχειν, ἀνταιτοῦντες δὲ τοὺς ἐκ τῆς νήσου ἄνδρας, καὶ ἄμεινον ἡγούμενοι ἀμφοτέροις μὴ διακινδυνεύεσθαι, εἴτε βίᾳ διαφύγοιεν παρατυχούσης τινὸς σωτηρίας εἴτε καὶ ἐκπολιορκηθέντες μᾶλλον ἂν χειρωθεῖεν.
“拉刻代蒙人向你们提议停战并结束战争。 他们一方面愿意提供和平、同盟以及彼此之间存在的许多其他友谊和亲密关系,另一方面则要求要回岛上的那些人。 他们认为,对双方来说,不冒这个险更为有利——无论那些人是在获得某种偶然的营救机会后强行逃脱,还是在被彻底包围后更容易被降服。
§4.19.2νομίζομέν τε τὰς μεγάλας ἔχθρας μάλιστ’ ἂν διαλύεσθαι βεβαίως, οὐκ ἢν ἀνταμυνόμενός τις καὶ ἐπικρατήσας τὰ πλείω τοῦ πολέμου κατ’ ἀνάγκην ὅρκοις ἐγκαταλαμβάνων μὴ ἀπὸ τοῦ ἴσου ξυμβῇ, ἀλλ’ ἢν παρὸν τὸ αὐτὸ δρᾶσαι πρὸς τὸ ἐπιεικὲς καὶ ἀρετῇ αὐτὸν νικήσας παρὰ ἃ προσεδέχετο μετρίως ξυναλλαγῇ.
我们认为,重大的仇恨最能得到稳固解决的情况,并不是当一方进行报复,并在战争的大部分时间里占据优势,被迫用誓言约束对方,从而在不平等的地位上达成协议;而是在同样可以采取这种手段的情况下,出于宽容,在德行上战胜对方,出乎对方意料地以温和的条件达成和解。
§4.19.3ὀφείλων γὰρ ἤδη ὁ ἐναντίος μὴ ἀνταμύνεσθαι ὡς βιασθείς, ἀλλ’ ἀνταποδοῦναι ἀρετήν, ἑτοιμότερός ἐστιν αἰσχύνῃ ἐμμένειν οἷς ξυνέθετο.
因为对手此时所欠下的债务,不再是作为一个被强迫者去报复,而是去报答对方的德行,因而更乐意出于羞耻心而遵守他所同意的条款。
§4.19.4καὶ μᾶλλον πρὸς τοὺς μειζόνως ἐχθροὺς τοῦτο δρῶσιν οἱ ἄνθρωποι ἢ πρὸς τοὺς τὰ μέτρια διενεχθέντας· πεφύκασί τε τοῖς μὲν ἑκουσίως ἐνδοῦσιν ἀνθησσᾶσθαι μεθ’ ἡδονῆς, πρὸς δὲ τὰ ὑπεραυχοῦντα καὶ παρὰ γνώμην διακινδυνεύειν.
而且,人们对待重大仇敌时,比对待那些仅有中度分歧的人更倾向于这样做;因为人类的本性是,对于自愿让步的人,乐意反过来向其让步,而对于傲慢自大的人,则会不顾理智地去冒险对抗。 ”

词汇与语法注释

  1. §4.19.1ὑπάρχειν — 该不定式受分词 διδόντες(“提供”)支配。除了“和平与同盟”之外,它还引入了“彼此之间存在(ὑπάρχειν)的许多其他友谊和亲密关系”,作为所提供内容的一部分。
  2. §4.19.1ἂν χειρωθεῖεν — 在 εἴτε... εἴτε... 从句中,前半部分的 διαφύγοιεν 是简单的祈愿语气(代表纯粹的假设或受主句过去时态影响的间接引语),而后半部分则是带有 ἂν 的潜在祈愿语气。这强调了后一种结果(被包围后降服)作为一个极具可能性和现实性的危险,而不仅仅是一个假设的替代方案。
  3. §4.19.2παρὸν — 无人称动词 πάρεστι 的中性单数宾格分词。用于“宾格绝对结构(accusative absolute)”,在此表示让步(“尽管同样可以采取这种手段/尽管这是可能的”),支配不定式 δρᾶσαι 及其宾语 τὸ αὐτό。
  4. §4.19.3ὀφείλων — 与主句主语 ὁ ἐναντίος(“对手”)一致的分词,表示原因(“因为他欠下了债务”)。它支配不定式 μὴ ἀνταμύνεσθαι(“不予报复”)和 ἀνταποδοῦναι(“予以报答”),阐明了战败方因胜利方的宽容(ἀρετή)而感到道徳回报义务的心理机制。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.19.1-4.19.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.19.1-4.19.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。