§4.17.1‘ἔπεμψαν ἡμᾶς Λακεδαιμόνιοι, ὦ Ἀθηναῖοι, περὶ τῶν ἐν τῇ νήσῳ ἀνδρῶν πράξοντας ὅτι ἂν ὑμῖν τε ὠφέλιμον ὂν τὸ αὐτὸ πείθωμεν καὶ ἡμῖν ἐς τὴν ξυμφορὰν ὡς ἐκ τῶν παρόντων κόσμον μάλιστα μέλλῃ οἴσειν.
“雅典人啊,拉刻代蒙人派遣我们,是为了就岛上的男子进行谈判,希望我们能说服你们接受那些既对你们有利,又能在当前情况下,最能为我们的不幸带来体面的条款。
§4.17.2τοὺς δὲ λόγους μακροτέρους οὐ παρὰ τὸ εἰωθὸς μηκυνοῦμεν, ἀλλ’ ἐπιχώριον ὂν ἡμῖν οὗ μὲν βραχεῖς ἀρκῶσι μὴ πολλοῖς χρῆσθαι, πλέοσι δὲ ἐν ᾧ ἂν καιρὸς ᾖ διδάσκοντάς τι τῶν προύργου λόγοις τὸ δέον πράσσειν.
我们不会违背习惯而长篇大论,因为我们的国风是:在言辞简短即足的地方不用多言,但在需要通过言辞阐明要务以达成应做之事的机会出现时,则会多加使用。
§4.17.3λάβετε δὲ αὐτοὺς μὴ πολεμίως μηδ’ ὡς ἀξύνετοι διδασκόμενοι, ὑπόμνησιν δὲ τοῦ καλῶς βουλεύσασθαι πρὸς εἰδότας ἡγησάμενοι.
因此,请不要怀着敌意接受这些话,也不要以为自己像无知之人一样被教导,而应将其视为对明智决策的提醒,向已经了解实情的人们提出。
§4.17.4‘ὑμῖν γὰρ εὐτυχίαν τὴν παροῦσαν ἔξεστι καλῶς θέσθαι, ἔχουσι μὲν ὧν κρατεῖτε, προσλαβοῦσι δὲ τιμὴν καὶ δόξαν, καὶ μὴ παθεῖν ὅπερ οἱ ἀήθως τι ἀγαθὸν λαμβάνοντες τῶν ἀνθρώπων· αἰεὶ γὰρ τοῦ πλέονος ἐλπίδι ὀρέγονται διὰ τὸ καὶ τὰ παρόντα ἀδοκήτως εὐτυχῆσαι.
因为你们现在可以妥善利用当下的幸运,既能保留你们所控制的,又能获得额外的荣誉和名声,并避免那些不常获得好处的人所遭受的命运;因为这样的人,由于在当前出乎意料地获得幸运,总是因希望而追求更多。
§4.17.5οἷς δὲ πλεῖσται μεταβολαὶ ἐπ’ ἀμφότερα ξυμβεβήκασι, δίκαιοί εἰσι καὶ ἀπιστότατοι εἶναι ταῖς εὐπραγίαις· ὃ τῇ τε ὑμετέρᾳ πόλει δι’ ἐμπειρίαν καὶ ἡμῖν μάλιστ’ ἂν ἐκ τοῦ εἰκότος προσείη.
然而,那些在两个方向上都经历过极多变化的人,理所当然地对自己的顺境最为怀疑;而这种态度,通过经验,最应当属于你们的城邦,且正如情理之中,也属于我们。 ”