Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.13.1-4.13.4

雅典舰队增援抵达与海战准备

第 378 段,共 917 段 · 希腊语

内容简介

斯巴达军队暂时停止了对皮洛斯的进攻,而雅典军队获得增援,并在斯巴达人未能封锁港口通道的情况下准备进行海战。

§4.13.1ταύτην μὲν οὖν τὴν ἡμέραν καὶ τῆς ὑστεραίας μέρος τι προσβολὰς ποιησάμενοι ἐπέπαυντο·
他们在这一天以及第二天的一部分时间里发动了进攻,随后便停止了攻击。
καὶ τῇ τρίτῃ ἐπὶ ξύλα ἐς μηχανὰς παρέπεμψαν τῶν νεῶν τινὰς ἐς Ἀσίνην, ἐλπίζοντες τὸ κατὰ τὸν λιμένα τεῖχος ὕψος μὲν ἔχειν, ἀποβάσεως δὲ μάλιστα οὔσης ἑλεῖν 〈ἂν〉 μηχαναῖς.
到了第三天,他们派出了几艘船只前往阿西内,去运载用于制造攻城器械的木材,因为他们希望,尽管靠近港口的城墙颇高,但由于该处极易登陆,或许可以用器械将其攻克。
§4.13.2ἐν τούτῳ δὲ αἱ ἐκ τῆς Ζακύνθου νῆες τῶν Ἀθηναίων παραγίγνονται τεσσαράκοντα· προσεβοήθησαν γὰρ τῶν τε φρουρίδων τινὲς αὐτοῖς τῶν ἐκ Ναυπάκτου καὶ Χῖαι τέσσαρες.
在此期间,来自扎金索斯岛的四十艘雅典船只抵达;因为从纳夫帕克托斯派出的部分巡逻船和四艘希俄斯船只也前来增援他们。
§4.13.3ὡς δὲ εἶδον τήν τε ἤπειρον ὁπλιτῶν περίπλεων τήν τε νῆσον, ἔν τε τῷ λιμένι οὔσας τὰς ναῦς καὶ οὐκ ἐκπλεούσας, ἀπορήσαντες ὅπῃ καθορμίσωνται, τότε μὲν ἐς Πρωτὴν τὴν νῆσον, ἣ οὐ πολὺ ἀπέχει ἐρῆμος οὖσα, ἔπλευσαν καὶ ηὐλίσαντο, τῇ δ’ ὑστεραίᾳ παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίαν ἀνήγοντο, ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι σφίσιν ἐς τὴν εὐρυχωρίαν, εἰ δὲ μή, ὡς αὐτοὶ ἐπεσπλευσούμενοι.
当雅典人看到大陆和岛屿上都挤满了重装步兵,而敌人的船只都在港内,并不出海迎战时,他们一时不知该在何处下锚,于是当时便驶向不远处的荒岛普罗特岛,并在那里过夜。 第二天,他们做好了海战的准备,便扬帆出海,如果敌军愿意出海到开阔水域与他们交战,便在那里迎战,否则,他们自己就打算强行冲入港内。
§4.13.4καὶ οἱ μὲν οὔτε ἀντανήγοντο οὔτε ἃ διενοήθησαν, φάρξαι τοὺς ἔσπλους, ἔτυχον ποιήσαντες, ἡσυχάζοντες δ’ ἐν τῇ γῇ τάς τε ναῦς ἐπλήρουν καὶ παρεσκευάζοντο, ἢν ἐσπλέῃ τις, ὡς ἐν τῷ λιμένι ὄντι οὐ σμικρῷ ναυμαχήσοντες.
而拉刻代蒙人既没有出海应战,也未曾付诸他们先前的意图——即封锁港口通道;他们反而在陆地上保持静止,往船上配备人员并做着准备,心想一旦有人攻入,便在并非狭窄的港湾内部展开海战。

词汇与语法注释

  1. §4.13.1ἀποβάσεως δὲ μάλιστα οὔσης ἑλεῖν 〈ἂν〉 — 独立属格短语 `ἀποβάσεως... οὔσης` 表示原因(“因为极易登陆”),其中 `μάλιστα` 强调了登陆的可行程度。`ἑλεῖν ἂν` 是作 `ἐλπίζοντες`(希望)宾语的不定式短语,表示条件句结论中的潜在可能性(“或许可以攻克”)。
  2. §4.13.3ἢν μὲν ἀντεκπλεῖν ἐθέλωσι... εἰ δὲ μή, ὡς αὐτοὶ ἐπεσπλευσούμενοι — `ἢν μὲν... εἰ δὲ μή` 构成了“如果……,否则……”的对比。在后者 `εἰ δὲ μή` 之后省略了动词(若敌方不愿出海)。此外,`ὡς` 加上将来分词 `ἐπεσπλευσούμενοι`(主格复数)表示主句主语(雅典人)的意图(“打算突入”),在此修饰主句动词 `ἀνήγοντο`。
  3. §4.13.4οὔτε ἃ διενοήθησαν... ἔτυχον ποιήσαντες — `τυγχάνω` 结合分词(`ποιήσαντες`)表示“碰巧做某事”,在否定句中表示“没能做成某事/碰巧没做成”。包含先行词的关系代词从句 `ἃ διενοήθησαν`(他们先前企图的事)的具体内容,通过不定式短语 `φάρξαι τοὺς ἔσπλους`(封锁入口)以同位语的形式进行了解释。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.13.1-4.13.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.13.1-4.13.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。