§4.131.1οἱ δὲ ἀντεπεξελθόντες αὐτοὶ καὶ Πελοποννήσιοι ἱδρύθησαν ἐπὶ λόφου καρτεροῦ πρὸ τῆς πόλεως, ὃν εἰ μὴ ἕλοιεν οἱ ἐναντίοι, οὐκ ἐγίγνετο σφῶν περιτείχισις.
而斯基奥内人自身同伯罗奔尼撒人则出击迎战,在城前的一座险峻山丘上设防;因为如果敌人不攻占这座山丘,便无法对他们进行围困。
§4.131.2προσβαλόντες δ’ αὐτῷ κατὰ κράτος οἱ Ἀθηναῖοι καὶ μάχῃ ἐκκρούσαντες τοὺς ἐπόντας ἐστρατοπεδεύσαντό τε καὶ ἐς τὸν περιτειχισμὸν τροπαῖον στήσαντες παρεσκευάζοντο.
雅典人全力发动猛攻,在战斗中击退了山丘上的守军,随后安营扎寨,并为修筑围墙树立起战胜纪念碑,开始做准备。
§4.131.3καὶ αὐτῶν οὐ πολὺ ὕστερον ἤδη ἐν ἔργῳ ὄντων οἱ ἐκ τῆς ἀκροπόλεως ἐν τῇ Μένδῃ πολιορκούμενοι ἐπίκουροι βιασάμενοι παρὰ θάλασσαν τὴν φυλακὴν νυκτὸς ἀφικνοῦνται, καὶ διαφυγόντες οἱ πλεῖστοι τὸ ἐπὶ τῇ Σκιώνῃ στρατόπεδον ἐσῆλθον ἐς αὐτήν.
在他们已经开始动工后不久,被围困在门德卫城的援军趁夜强行突破海边的守卫赶到,其中大多数人避开了斯基奥内城外的雅典营地,进入了城内。