Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.129.1-4.129.5

尼西阿斯率雅典军进攻门德

第 494 段,共 917 段 · 希腊语

内容简介

在巴西达斯于托罗内静观其变之时,尼西阿斯和尼科斯特拉托斯率领的雅典军队为夺取门德和斯基奥内而进军,并在山丘上与门德人及伯罗奔尼撒盟军展开苦战。

§4.129.1Βρασίδας δὲ ἀναχωρήσας ἐκ Μακεδονίας ἐς Τορώνην καταλαμβάνει Ἀθηναίους Μένδην ἤδη ἔχοντας, καὶ αὐτοῦ ἡσυχάζων ἐς μὲν τὴν Παλλήνην ἀδύνατος ἤδη ἐνόμιζεν εἶναι διαβὰς τιμωρεῖν, τὴν δὲ Τορώνην ἐν φυλακῇ εἶχεν.
巴西达斯从马其顿撤退到托罗内后,发现雅典人已经占领了门德。 他驻扎在那里按兵不动,认为自己已无法渡海前往帕勒涅提供援助,于是便留守托罗内。
§4.129.2ὑπὸ γὰρ τὸν αὐτὸν χρόνον τοῖς ἐν τῇ Λύγκῳ ἐξέπλευσαν ἐπί τε τὴν Μένδην καὶ τὴν Σκιώνην οἱ Ἀθηναῖοι, ὥσπερ παρεσκευάζοντο, ναυσὶ μὲν πεντήκοντα, ὧν ἦσαν δέκα Χῖαι, ὁπλίταις δὲ χιλίοις ἑαυτῶν καὶ τοξόταις ἑξακοσίοις καὶ Θρᾳξὶ μισθωτοῖς χιλίοις καὶ ἄλλοις τῶν αὐτόθεν ξυμμάχων πελτασταῖς·
因为大约在林克斯战事发生的同一时期,雅典人正如先前准备的那样,派遣了五十艘船只(其中十艘为希俄斯船)、一千名本国重装步兵、六百名弓箭手、一千名色雷斯雇佣兵以及当地盟友的其他轻盾兵,向门德和斯基奥内启航。
ἐστρατήγει δὲ Νικίας ὁ Νικηράτου καὶ Νικόστρατος ὁ Διειτρέφους.
统帅是尼克拉图斯之子尼西阿斯和迪伊特雷费斯之子尼科斯特拉托斯。
§4.129.3ἄραντες δὲ ἐκ Ποτειδαίας ταῖς ναυσὶ καὶ σχόντες κατὰ τὸ Ποσειδώνιον ἐχώρουν ἐς τοὺς Μενδαίους.
他们乘船从波提代亚出发,在波塞多尼翁靠岸,然后向门德人进军。
οἱ δὲ αὐτοί τε καὶ Σκιωναίων τριακόσιοι βεβοηθηκότες Πελοποννησίων τε οἱ ἐπίκουροι, ξύμπαντες [δὲ] ἑπτακόσιοι ὁπλῖται, καὶ Πολυδαμίδας ὁ ἄρχων αὐτῶν, ἔτυχον ἐξεστρατοπεδευμένοι ἔξω τῆς πόλεως ἐπὶ λόφου καρτεροῦ.
门德人自己、前来援助的三百名斯基奥内人以及伯罗奔尼撒盟军(总共七百名重装步兵),在他们的指挥官波利达米达斯的带领下,正好在城外一座险要的山丘上设营。
§4.129.4καὶ αὐτοῖς Νικίας μὲν Μεθωναίους τε ἔχων εἴκοσι καὶ ἑκατὸν ψιλοὺς καὶ λογάδας τῶν Ἀθηναίων ὁπλιτῶν ἑξήκοντα καὶ τοὺς τοξότας ἅπαντας κατὰ ἀτραπόν τινα τοῦ λόφου πειρώμενος προσβῆναι καὶ τραυματιζόμενος ὑπ’ αὐτῶν οὐκ ἐδυνήθη βιάσασθαι·
针对他们,尼西阿斯率领一百二十名梅托内轻装兵、六十名精选的雅典重装步兵以及全部弓箭手,试图沿着山丘的一条小径攀登,但遭到对方杀伤,未能突破。
Νικόστρατος δὲ ἄλλῃ ἐφόδῳ ἐκ πλέονος παντὶ τῷ ἄλλῳ στρατοπέδῳ ἐπιὼν τῷ λόφῳ ὄντι δυσπροσβάτῳ καὶ πάνυ ἐθορυβήθη, καὶ ἐς ὀλίγον ἀφίκετο πᾶν τὸ στράτευμα τῶν Ἀθηναίων νικηθῆναι.
尼科斯特拉托斯则率领其余所有军队从另一条通道从更远的地方进攻,但在难以攀登的山丘上陷入了极大的混乱,几乎导致整个雅典军队全军覆没。
§4.129.5καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ, ὡς οὐκ ἐνέδοσαν οἱ Μενδαῖοι καὶ οἱ ξύμμαχοι, οἱ Ἀθηναῖοι ἀναχωρήσαντες ἐστρατοπεδεύσαντο, καὶ οἱ Μενδαῖοι νυκτὸς ἐπελθούσης ἐς τὴν πόλιν ἀπῆλθον.
在这一天,由于门德人及其盟友没有屈服,雅典人便撤退并安营扎寨;夜幕降临时,门德人退回了城内。

词汇与语法注释

  1. 4.129.2τοῖς ἐν τῇ Λύγκῳ — 与格的 τοῖς 与表示时间同时性的短语 ὑπὸ τὸν αὐτὸν χρόνον 连用,作为比较的基准,在此处作中性复数名词性短语,指代“在林克斯发生的事情”(即“大约在林克斯战事发生的同一时期”)。
  2. 4.129.4ἐς ὀλίγον ἀφίκετο πᾶν τὸ στράτευμα τῶν Ἀθηναίων νικηθῆναι — 这是一个惯用句式,非人称使用的短语 ἐς ὀλίγον ἀφίκετο(或以 πᾶν τὸ στράτευμα 为主语)后接被动不定式 νικηθῆναι,表示“雅典全军几乎到了被击败的地步”或“差一点就全军覆没”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.129.1-4.129.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.129.1-4.129.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。