Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §4.126.1-4.126.6

布拉西达斯鼓舞士气的演说

第 491 段,共 917 段 · 希腊语

内容简介

布拉西达斯鼓励他的伯罗奔尼撒士兵,不要因孤立无援和野蛮人人数众多而感到恐惧,指出敌人的可怕外表和威胁只是没有纪律的虚张声势。

§4.126.1‘εἰ μὲν μὴ ὑπώπτευον, ἄνδρες Πελοποννήσιοι, ὑμᾶς τῷ τε μεμονῶσθαι καὶ ὅτι βάρβαροι οἱ ἐπιόντες καὶ πολλοὶ ἔκπληξιν ἔχειν, οὐκ ἂν ὁμοίως διδαχὴν ἅμα τῇ παρακελεύσει ἐποιούμην·
“伯罗奔尼撒的战士们,如果我不是怀疑你们因为孤立无援,以及进攻者是野蛮人且人数众多而感到恐惧,我就不会在鼓励你们的同时给你们这些训诫。
νῦν δὲ πρὸς μὲν τὴν ἀπόλειψιν τῶν ἡμετέρων καὶ τὸ πλῆθος τῶν ἐναντίων βραχεῖ ὑπομνήματι καὶ παραινέσει τὰ μέγιστα πειράσομαι πείθειν.
但现在,面对我们盟友的离去和对手的众多,我将试图通过简短的提醒和劝告,就最重要的事情说服你们。
§4.126.2ἀγαθοῖς γὰρ εἶναι ὑμῖν προσήκει τὰ πολέμια οὐ διὰ ξυμμάχων παρουσίαν ἑκάστοτε, ἀλλὰ δι’ οἰκείαν ἀρετήν, καὶ μηδὲν πλῆθος πεφοβῆσθαι ἑτέρων, οἵ γε μηδὲ ἀπὸ πολιτειῶν τοιούτων ἥκετε, ἐν αἷς οὐ πολλοὶ ὀλίγων ἄρχουσιν, ἀλλὰ πλεόνων μᾶλλον ἐλάσσους, οὐκ ἄλλῳ τινὶ κτησάμενοι τὴν δυναστείαν ἢ τῷ μαχόμενοι κρατεῖν.
因为你们在战争中表现勇敢是理所应当的,这不因每次都有盟友在场,而因你们自身的德行;你们也无需害怕任何人数众多的他者,因为你们并非来自那种由多数人统治少数人的国家,相反,在你们的国家里,少数人统治着多数人,他们除了在战斗中夺取胜利之外,没有通过任何其他途径获得统治权。
§4.126.3βαρβάρους δὲ οὓς νῦν ἀπειρίᾳ δέδιτε μαθεῖν χρή, ἐξ ὧν τε προηγώνισθε τοῖς Μακεδόσιν αὐτῶν καὶ ἀφ’ ὧν ἐγὼ εἰκάζω τε καὶ ἄλλων ἀκοῇ ἐπίσταμαι, οὐ δεινοὺς ἐσομένους.
至于你们现在因缺乏经验而害怕的野蛮人,你们应当明白,无论是从你们过去与马其顿人一起与他们战斗的经历中,还是从我自己的推测以及从他人传闻中所了解到的,他们都并非可怕之辈。
§4.126.4καὶ γὰρ ὅσα μὲν τῷ ὄντι ἀσθενῆ ὄντα τῶν πολεμίων δόκησιν ἔχει ἰσχύος, διδαχὴ ἀληθὴς προσγενομένη περὶ αὐτῶν ἐθάρσυνε μᾶλλον τοὺς ἀμυνομένους· οἷς δὲ βεβαίως τι πρόσεστιν ἀγαθόν, μὴ προειδώς τις ἂν αὐτοῖς τολμηρότερον προσφέροιτο.
因为,敌方所有实际上虚弱却呈现出强大假象的因素,一旦关于它们的真实训诫被传达,反而会更加鼓舞防守者;而对于那些真正拥有某种优势的人,如果人们事先不知道,反而会更加大胆地迎上去。
§4.126.5οὗτοι δὲ τὴν μέλλησιν μὲν ἔχουσι τοῖς ἀπείροις φοβεράν· καὶ γὰρ πλήθει ὄψεως δεινοὶ καὶ βοῆς μεγέθει ἀφόρητοι, ἥ τε διὰ κενῆς ἐπανάσεισις τῶν ὅπλων ἔχει τινὰ δήλωσιν ἀπειλῆς.
这些人在还未交战时,对没有经验的人来说确实可怕;因为他们在外表数量上显得吓人,叫喊声大得令人难以忍受,而且虚张声势地挥舞武器也带有某种威胁的意味。
προσμεῖξαι δὲ τοῖς ὑπομένουσιν αὐτὰ οὐχ ὁμοῖοι·
但当要与抵挡他们的人进行交手时,他们就完全不同了。
οὔτε γὰρ τάξιν ἔχοντες αἰσχυνθεῖεν ἂν λιπεῖν τινὰ χώραν βιαζόμενοι ἥ τε φυγὴ καὶ ἡ ἔφοδος αὐτῶν ἴσην ἔχουσα δόξαν τοῦ καλοῦ ἀνεξέλεγκτον καὶ τὸ ἀνδρεῖον ἔχει (αὐτοκράτωρ δὲ μάχη μάλιστ’ ἂν καὶ πρόφασιν τοῦ σῴζεσθαί τινι πρεπόντως πορίσειε), τοῦ τε ἐς χεῖρας ἐλθεῖν πιστότερον τὸ ἐκφοβῆσαι ὑμᾶς ἀκινδύνως ἡγοῦνται· ἐκείνῳ γὰρ ἂν πρὸ τούτου ἐχρῶντο.
因为他们没有阵形,即使在被迫退却时,也不会因离开自己的位置而感到羞耻,他们的退却和进攻享有同等的名誉,因而其勇敢也无法被检验(因为每个人都自作主张的战斗,最容易为保全自己提供冠冕堂皇的借口);而且他们认为,在没有危险的情况下恐吓你们,比进行肉搏战更为可靠;否则,他们在此之前就已经采用后者了。
§4.126.6σαφῶς τε πᾶν τὸ προϋπάρχον δεινὸν ἀπ’ αὐτῶν ὁρᾶτε ἔργῳ μὲν βραχὺ ὄν, ὄψει δὲ καὶ ἀκοῇ κατασπέρχον.
因此,你们清楚地看到,他们身上原先存在的所有可怕之处,实际上都是微不足道的,只是在视觉和听觉上具有压迫感。
ὃ ὑπομείναντες ἐπιφερόμενον καί, ὅταν καιρὸς ᾖ, κόσμῳ καὶ τάξει αὖθις ὑπαγαγόντες, ἔς τε τὸ ἀσφαλὲς θᾶσσον ἀφίζεσθε καὶ γνώσεσθε τὸ λοιπὸν ὅτι οἱ τοιοῦτοι ὄχλοι τοῖς μὲν τὴν πρώτην ἔφοδον δεξαμένοις ἄπωθεν ἀπειλαῖς τὸ ἀνδρεῖον μελλήσει ἐπικομποῦσιν, οἳ δ’ ἂν εἴξωσιν αὐτοῖς, κατὰ πόδας τὸ εὔψυχον ἐν τῷ ἀσφαλεῖ ὀξεῖς ἐνδείκνυνται.
如果你们顶住他们的进攻,并且在时机成熟时,再次保持秩序和阵形退却,你们就会更快地到达安全地带,并且今后你们会明白:这样的乌合之众,对于顶住他们第一波进攻的人,只会在远处用威胁和攻击的姿态来夸耀自己的勇敢,但对于那些向他们屈服的人,他们则会在安全的地方迅速紧跟其后,显示出他们的勇气。

词汇与语法注释

  1. 4.126.1ὑπώπτευον — 未完成过去时,与后文的 `οὐκ 变 ἂν ... ἐποιούμην` 构成与当前事实相反的虚拟条件句(反事实条件)。它支配一个“宾格加不定式”结构,以 `ὑμᾶς` 为主语,`ἔκπληξιν ἔχειν` 为不定式短语(意为“怀疑你们正处于恐惧之中”)。
  2. 4.126.2ἀγαθοῖς γὰρ εἶναι ὑμῖν προσήκει — 无人称动词 `προσήκει`(意为“……是理所应当的”)支配不定式 `εἶναι`,其逻辑主语为与格 `ὑμῖν`。表语形容词 `ἀγαθοῖς` 在格上与该与格主语保持一致。
  3. 4.126.2οἵ γε μηδὲ ἀπὸ πολιτειῶν τοιούτων ἥκετε — 关系代名词 `οἵ`(与第二人称复数动词 `ἥκετε` 一致)带有因果含义(“因为你们确实……”),根据他们的公民背景(少数人统治多数人的寡头政体)来解释他们理应勇敢的根本原因。
  4. 4.126.3προηγώνισθε τοῖς Μακεδόσιν αὐτῶν — 属格 `αὐτῶν` 是指代野蛮人的部分属格。与格 `τοῖς Μακεδόσιν` 表示伴随,意为“此前曾与马其顿人一起与他们(中的一部分)进行过战斗”。
  5. 4.126.5αὐτοκράτωρ δὲ μάχη — 指一种缺乏统一指挥、缺乏纪律的战斗形式,其中每个士兵都根据自己的意愿行动(或退却)。
  6. 4.126.6ὃ ὑπομείναντες — 关系代名词 `ὃ` 为中性单数宾格,以身前短语 `πᾶν τὸ προϋπάρχον δεινὸν`(他们身上原先存在的所有可怕之处)为先行词,作分词 `ὑπομείναντες` 的直接宾语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §4.126.1-4.126.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:4.126.1-4.126.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。