§4.125.1καὶ ἐν τούτῳ διαφερομένων αὐτῶν ἠγγέλθη ὅτι οἱ Ἰλλυριοὶ μετ’ Ἀρραβαίου προδόντες Περδίκκαν γεγένηνται·
正当他们如此争执不下之时,有消息传来,伊利里亚人已经背叛了佩尔迪卡斯,转而加入了阿拉巴伊奥斯。
ὥστε ἤδη ἀμφοτέροις μὲν δοκοῦν ἀναχωρεῖν διὰ τὸ δέος αὐτῶν ὄντων ἀνθρώπων μαχίμων, κυρωθὲν δὲ οὐδὲν ἐκ τῆς διαφορᾶς ὁπηνίκα χρὴ ὁρμᾶσθαι, νυκτός τε ἐπιγενομένης, οἱ μὲν Μακεδόνες καὶ τὸ πλῆθος τῶν βαρβάρων εὐθὺς φοβηθέντες, ὅπερ φιλεῖ μεγάλα στρατόπεδα ἀσαφῶς ἐκπλήγνυσθαι, καὶ νομίσαντες πολλαπλασίους μὲν ἢ ἦλθον ἐπιέναι, ὅσον δὲ οὔπω παρεῖναι, καταστάντες ἐς αἰφνίδιον φυγὴν ἐχώρουν ἐπ’ οἴκου, καὶ τὸν Περδίκκαν τὸ πρῶτον οὐκ αἰσθανόμενον, ὡς ἔγνω, ἠνάγκασαν πρὶν τὸν Βρασίδαν ἰδεῖν (ἄπωθεν γὰρ πολὺ ἀλλήλων ἐστρατοπεδεύοντο) προαπελθεῖν.
因此,虽然由于对这些好战之人的恐惧,双方此时都认为应该撤退,但由于他们的分歧,何时出发未作任何决定。 随着夜幕降临,马其顿人和大批蛮族立刻陷入了恐慌——这在大军中是常见的事,他们常在原因不明的情况下惊慌失措——他们以为前来的敌军比实际多出数倍,且随时都会到达,于是他们突然陷入溃退,纷纷朝家乡奔去。 佩尔迪卡斯起初并未察觉,当他意识到时,在见到布拉西达斯之前(因为他们的营地相距很远),他便被迫先一步撤退了。
§4.125.2Βρασίδας δὲ ἅμα τῇ ἕῳ ὡς εἶδε τοὺς Μακεδόνας προκεχωρηκότας τούς τε Ἰλλυριοὺς καὶ τὸν Ἀρραβαῖον μέλλοντας ἐπιέναι, ξυναγαγὼν καὶ αὐτὸς ἐς τετράγωνον τάξιν τοὺς ὁπλίτας καὶ τὸν ψιλὸν ὅμιλον ἐς μέσον λαβὼν διενοεῖτο ἀναχωρεῖν.
而布拉西达斯在黎明时分,看到马其顿人已经先行撤走,且伊利里亚人和阿拉巴伊奥斯正准备发起进攻,便也亲自动员,将重装步兵集结成方阵,将轻装随行人员置于中央,计划撤退。
§4.125.3ἐκδρόμους δέ, εἴ πῃ προσβάλλοιεν αὐτοῖς, ἔταξε τοὺς νεωτάτους, καὶ αὐτὸς λογάδας ἔχων τριακοσίους τελευταῖος γνώμην εἶχεν ὑποχωρῶν τοῖς τῶν ἐναντίων πρώτοις προσκεισομένοις ἀνθιστάμενος ἀμύνεσθαι.
他分派最年轻的士兵作为游击队,以便在敌人从任何地方发起进攻时进行反击;而他自己则率领三百名精选的士兵在最后方,准备在退却时,迎击并阻挡最先压上来的敌军先头部队。
§4.125.4καὶ πρὶν τοὺς πολεμίους ἐγγὺς εἶναι, ὡς διὰ ταχέων παρεκελεύσατο τοῖς στρατιώταις τοιάδε.
在敌人逼近之前,他迅速对士兵们作了如下的动员。