§3.95.1ὁ δὲ τῶν Μεσσηνίων χάριτι πεισθεὶς καὶ μάλιστα νομίσας ἄνευ τῆς τῶν Ἀθηναίων δυνάμεως τοῖς ἠπειρώταις ξυμμάχοις μετὰ τῶν Αἰτωλῶν δύνασθαι ἂν κατὰ γῆν ἐλθεῖν ἐπὶ Βοιωτοὺς διὰ Λοκρῶν τῶν Ὀζολῶν ἐς Κυτίνιον τὸ Δωρικόν, ἐν δεξιᾷ ἔχων τὸν Παρνασσόν, ἕως καταβαίη ἐς Φωκέας, οἳ προθύμως ἐδόκουν κατὰ τὴν Ἀθηναίων αἰεί ποτε φιλίαν ξυστρατεύσειν ἢ κἂν βίᾳ προσαχθῆναι (καὶ Φωκεῦσιν ἤδη ὅμορος ἡ Βοιωτία ἐστίν), ἄρας οὖν ξύμπαντι τῷ στρατεύματι ἀπὸ τῆς Λευκάδος ἀκόντων τῶν Ἀκαρνάνων παρέπλευσεν ἐς Σόλλιον.
德摩斯梯尼因取悦美塞尼亚人而接受了他们的劝说,并且尤其认为,即使没有来自雅典的部队,他也能够率领大陆的盟军,并在联合埃托利亚人之后,从陆路穿过奥佐利亚洛克里斯人的领土,前往多里斯的基提尼乌斯,同时将帕纳塞斯山置于右侧,直到降临到福基斯人那里——由于福基斯人与雅典人一直以来的友好关系,人们认为他们会热心地共同参战,或者即使不情愿,也可以通过武力争取过来(而波奥蒂亚已经与福基斯接壤)——于是他率领全军从莱乌卡斯出发,在阿卡纳尼亚人反对的情况下,沿海岸航行至索利乌姆。
§3.95.2κοινώσας δὲ τὴν ἐπίνοιαν τοῖς Ἀκαρνᾶσιν, ὡς οὐ προσεδέξαντο διὰ τῆς Λευκάδος τὴν οὐ περιτείχισιν, αὐτὸς τῇ λοιπῇ στρατιᾷ, Κεφαλλῆσι καὶ Μεσσηνίοις καὶ Ζακυνθίοις καὶ Ἀθηναίων τριακοσίοις τοῖς ἐπιβάταις τῶν σφετέρων νεῶν (αἱ γὰρ πέντε καὶ δέκα τῶν Κερκυραίων ἀπῆλθον νῆες), ἐστράτευσεν ἐπ’ Αἰτωλούς.
他向阿卡纳尼亚人说明了自己的计划,但由于他们因莱乌卡斯未被筑墙包围而拒绝接受该计划,他自己便率领其余的军队,即凯法莱尼亚人、美塞尼亚人、扎金索斯人,以及他自己船上的三百名雅典海兵(因为科尔库拉人的十五艘船已经离去),向埃托利亚人发起进攻。
§3.95.3ὡρμᾶτο δὲ ἐξ Οἰνεῶνος τῆς Λοκρίδος.
他从洛克里斯的奥伊内翁出发。
οἱ δὲ Ὀζόλαι οὗτοι Λοκροὶ ξύμμαχοι ἦσαν, καὶ ἔδει αὐτοὺς πανστρατιᾷ ἀπαντῆσαι τοῖς Ἀθηναίοις ἐς τὴν μεσόγειαν·
这些奥佐利亚洛克里斯人是盟友,他们本应倾巢出动,在内陆与雅典人会合。
ὄντες γὰρ ὅμοροι τοῖς Αἰτωλοῖς καὶ ὁμόσκευοι μεγάλη ὠφελία ἐδόκουν εἶναι ξυστρατεύοντες μάχης τε ἐμπειρίᾳ τῆς ἐκείνων καὶ χωρίων.
因为他们是埃托利亚人的邻国,且装备相同,人们认为他们凭借对敌人战术和地形的熟悉,在共同参战时将会提供巨大的帮助。