§3.96.1αὐλισάμενος δὲ τῷ στρατῷ ἐν τοῦ Διὸς τοῦ Νεμείου τῷ ἱερῷ, ἐν ᾧ Ἡσίοδος ὁ ποιητὴς λέγεται ὑπὸ τῶν ταύτῃ ἀποθανεῖν, χρησθὲν αὐτῷ ἐν Νεμέᾳ τοῦτο παθεῖν, ἅμα τῇ ἕῳ ἄρας ἐπορεύετο ἐς τὴν Αἰτωλίαν.
他在尼米亚宙斯的神庙中安顿军队宿营,据说诗人赫西俄德就是在这里被当地人杀害的——此前曾有神谕向赫西俄德预言他将在尼米亚遭受这一厄运。 拂晓时分,德摩斯梯尼率军出发,向埃托利亚进军。
§3.96.2καὶ αἱρεῖ τῇ πρώτῃ ἡμέρᾳ Ποτιδανίαν καὶ τῇ δευτέρᾳ Κροκύλειον καὶ τῇ τρίτῃ Τείχιον, ἔμενέ τε αὐτοῦ καὶ τὴν λείαν ἐς Εὐπάλιον τῆς Λοκρίδος ἀπέπεμψεν·
第一天他攻占了波提达尼亚,第二天攻占了克罗基利翁,第三天攻占了泰希翁。 他停留在那里,并将掠夺的物资送往洛克里斯的欧帕利翁。
τὴν γὰρ γνώμην εἶχε τὰ ἄλλα καταστρεψάμενος οὕτως ἐπὶ Ὀφιονέας, εἰ μὴ βούλοιντο ξυγχωρεῖν, ἐς Ναύπακτον ἐπαναχωρήσας στρατεῦσαι ὕστερον.
因为他的计划是,在征服其他地方之后,如果奥菲奥内斯人拒绝臣服,他便先退回纳夫帕克托斯,日后再对他们发起远征。
§3.96.3τοὺς δὲ Αἰτωλοὺς οὐκ ἐλάνθανεν αὕτη ἡ παρασκευὴ οὔτε ὅτε τὸ πρῶτον ἐπεβουλεύετο, ἐπειδή τε ὁ στρατὸς ἐσεβεβλήκει, πολλῇ χειρὶ ἐπεβοήθουν πάντες, ὥστε καὶ οἱ ἔσχατοι Ὀφιονέων οἱ πρὸς τὸν Μηλιακὸν κόλπον καθήκοντες Βωμιῆς καὶ Καλλιῆς ἐβοήθησαν.
然而,埃托利亚人并非没有察觉到这一准备行动,无论是最初在策划时,还是在军队入侵之后;他们全体出动,率领大军前来驰援,以至于连居住在最偏远、延伸至马里亚湾的奥菲奥内斯人——波米埃斯人和卡利埃斯人——也前来增援。