§3.94.1τοῦ δ’ αὐτοῦ θέρους, καὶ περὶ τὸν αὐτὸν χρόνον ὃν ἐν τῇ Μήλῳ οἱ Ἀθηναῖοι κατείχοντο, καὶ οἱ ἀπὸ τῶν τριάκοντα νεῶν Ἀθηναῖοι περὶ Πελοπόννησον ὄντες πρῶτον ἐν Ἐλλομενῷ τῆς Λευκαδίας φρουρούς τινας λοχήσαντες διέφθειραν, ἔπειτα ὕστερον ἐπὶ Λευκάδα μείζονι στόλῳ ἦλθον, Ἀκαρνᾶσί τε πᾶσιν, οἳ πανδημεὶ πλὴν Οἰνιαδῶν ξυνέσποντο, καὶ Ζακυνθίοις καὶ Κεφαλλῆσι καὶ Κερκυραίων πέντε καὶ δέκα ναυσίν.
在同一个夏天,也大约是在雅典人被牵制在梅洛斯岛的同一时期,乘三十艘船在伯罗奔尼撒周边的雅典人也首先在莱乌卡迪亚的埃洛梅诺斯设伏消灭了一些守军,随后带着更大的舰队进军莱乌卡斯,随行的还有除奥伊尼亚代人外全体出动的所有阿卡纳尼亚人,以及扎金索斯人、凯法莱尼亚人,和科尔库拉人的十五艘船。
§3.94.2καὶ οἱ μὲν Λευκάδιοι τῆς τε ἔξω γῆς δῃουμένης καὶ τῆς ἐντὸς τοῦ ἰσθμοῦ, ἐν ᾗ καὶ ἡ Λευκάς ἐστι καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, πλήθει βιαζόμενοι ἡσύχαζον· οἱ δὲ Ἀκαρνᾶνες ἠξίουν Δημοσθένη τὸν στρατηγὸν τῶν Ἀθηναίων ἀποτειχίζειν αὐτούς, νομίζοντες ῥᾳδίως γ᾽ ἂν ἐκπολιορκῆσαι καὶ πόλεως αἰεὶ σφίσι πολεμίας ἀπαλλαγῆναι.
在莱乌卡斯人方面,因地峡之外以及地峡之内的土地——其中莱乌卡斯城和阿波罗神庙就坐落于此——遭到蹂躏,且被对方的人数所压制,他们只得保持沉默;但阿卡纳尼亚人则要求雅典人的将军德摩斯梯尼用围墙将他们包围,因为他们认为这样可以轻易通过围困攻克该城,从而摆脱一个始终对他们敌对的城市。
§3.94.3Δημοσθένης δ’ ἀναπείθεται κατὰ τὸν χρόνον τοῦτον ὑπὸ Μεσσηνίων ὡς καλὸν αὐτῷ στρατιᾶς τοσαύτης ξυνειλεγμένης Αἰτωλοῖς ἐπιθέσθαι, Ναυπάκτῳ τε πολεμίοις οὖσι καί, ἢν κρατήσῃ αὐτῶν, ῥᾳδίως καὶ τὸ ἄλλο Ἠπειρωτικὸν τὸ ταύτῃ Ἀθηναίοις προσποιήσειν.
但在此刻,德摩斯梯尼受到美塞尼亚人的劝说,认为既然集结了如此庞大的军队,攻击对纳夫帕克托斯构成威胁的埃托利亚人对他而言是一个极好的机会,而且如果他能征服他们,他也能轻易地将该地区其余的大陆领土纳入雅典人的掌控之中。
§3.94.4τὸ γὰρ ἔθνος μέγα μὲν εἶναι τὸ τῶν Αἰτωλῶν καὶ μάχιμον, οἰκοῦν δὲ κατὰ κώμας ἀτειχίστους, καὶ ταύτας διὰ πολλοῦ, καὶ σκευῇ ψιλῇ χρώμενον οὐ χαλεπὸν ἀπέφαινον, πρὶν ξυμβοηθῆσαι, καταστραφῆναι.
因为他们指出,埃托利亚民族虽然庞大且好战,但他们居住在没有城墙的村庄里,而且这些村庄彼此相距甚远,且他们只装备轻装武器,因此在他们互相救援之前将他们征服并不困难。
§3.94.5ἐπιχειρεῖν δ’ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα δὲ Ὀφιονεῦσι καὶ μετὰ τούτους Εὐρυτᾶσιν, ὅπερ μέγιστον μέρος ἐστὶ τῶν Αἰτωλῶν, ἀγνωστότατοι δὲ γλῶσσαν καὶ ὠμοφάγοι εἰσίν, ὡς λέγονται· τούτων γὰρ ληφθέντων ῥᾳδίως καὶ τἆλλα προσχωρήσειν.
他们建议首先进攻阿波多托伊人,然后是奥菲奥内乌斯人,在此之后是欧里塔内斯人——他们是埃托利亚人中最大的部分,据说他们的语言最难懂,而且吃生肉;因为一旦这些人被征服,其余的人也将轻易归顺。