Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.83.1-3.83.4

内乱中的信任破灭与智谋者的灭亡

第 332 段,共 917 段 · 希腊语

内容简介

总结了希腊世界因内乱而导致的道德沦丧和精神败坏,描述了互不信任使盟誓失效、智力较差者因果断行动反而得以幸存,而自恃聪明者因疏于防备而惨遭毁灭的现象。

§3.83.1οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ, καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη, τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν·
就这样,由于内乱,各种形式的邪恶在希腊世界蔓延开来,而那种高尚品格占有极大部分的质朴,则因遭到嘲笑而消失了;人们在精神上怀着不信任彼此对立的状态,广泛地延续着。
§3.83.2οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός, κρείσσους δὲ ὄντες ἅπαντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προυσκόπουν ἢ πιστεῦσαι ἐδύναντο.
因为没有任何可靠的诺言或令人敬畏的誓言能使他们和解;所有人凭借理性的计算,深知安全感是不可企及的,因而无法信任他人,反而更多地预先防范,以免自己遭受伤害。
§3.83.3καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο·
而那些智力较差的人往往能生存下来。
τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥσσους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν.
因为他们害怕自己的不足和对手的聪明,担心自己在言辞上落于下分,并害怕被对手变幻莫测的智谋先发制人地算计,于是果断地诉诸行动。
§3.83.4οἱ δὲ καταφρονοῦντες κἂν προαισθέσθαι καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν ἃ γνώμῃ ἔξεστιν, ἄφαρκτοι μᾶλλον διεφθείροντο.
至于那些轻视对手、认为自己能够预先察觉,且无需通过行动去获取可以通过智谋得到的东西的人,反而因疏于防备而更容易遭到毁灭。

词汇与语法注释

  1. §3.83.1οὗ τὸ γενναῖον πλεῖστον μετέχει — 关系代名词 οὗ(属格、中性单数)以前行词 τὸ εὔηθες(质朴、正直)为先行词。动词 μετέχω 通常支配表示部分的属格,在此以 τὸ γενναῖον(高尚)为主语,结构上意为“高尚占有了该(质朴)最大部分的份额”(即质朴中含有极大的高尚成分)。
  2. §3.83.2κρείσσους δὲ ὄντες ἅπαντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν — 句法难点。κρείσσους ὄντες ἅπαντες... ἐς τὸ ἀνέλπιστον... 意为“对于安全可靠之不可期(τὸ ἀνέλπιστον τοῦ βεβαίου),所有人在理性计算(λογισμῷ)上都略胜一筹(即强大到不至于受骗)”。不定式短语 μὴ παθεῖν 表示目的(“为了不遭受伤害”),修饰后文的 προυσκόπουν。
  3. §3.83.3φθάσωσι προεπιβουλευόμενοι — 表示“先发制人”的动词 φθάνω 与被动分词 προεπιβουλευόμενοι(被预先算计)的结合。在由 μὴ 引导的担忧从句中,表示主语(智力较差者)担心“自己先落入被对手算计的境地”。
  4. §3.83.4κἂν προαισθέσθαι — κἂν 是 καὶ ἂν 的缩合。这是“ἂν +不定式”表示潜在或可能性(“理应能够预先察觉”)的句法,展现了主句分词 καταφρονοῦντες(轻视、自满)所引导的、那些轻视对手之人的内心想法(起间接引语作用)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.83.1-3.83.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.83.1-3.83.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。