Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.82.1-3.82.8

关于内乱病理与人性沦丧的剖析

第 331 段,共 917 段 · 希腊语

内容简介

修昔底德以克基拉内乱为契机,深入分析了蔓延至整个希腊世界的内乱惨状,揭示了极端战争状态如何扭曲人性,导致道德体系、言语含义以及社会信任的全面崩溃。

§3.82.1οὕτως ὠμὴ 〈ἡ〉 στάσις προυχώρησε, καὶ ἔδοξε μᾶλλον, διότι ἐν τοῖς πρώτη ἐγένετο, ἐπεὶ ὕστερόν γε καὶ πᾶν ὡς εἰπεῖν τὸ Ἑλληνικὸν ἐκινήθη, διαφορῶν οὐσῶν ἑκασταχοῦ τοῖς τε τῶν δήμων προστάταις τοὺς Ἀθηναίους ἐπάγεσθαι καὶ τοῖς ὀλίγοις τοὺς Λακεδαιμονίους.
内乱如此残酷地蔓延开来,而且由于它在希腊世界中是最早发生的,因此显得尤为惨烈。 因为后来,可以说整个希腊世界都被震撼了,到处都存在着分歧,民主派的领袖企图引入雅典人,而寡头派则企图引入拉刻代蒙人。
καὶ ἐν μὲν εἰρήνῃ οὐκ ἂν ἐχόντων πρόφασιν οὐδ’ ἑτοίμων παρακαλεῖν αὐτούς, πολεμουμένων δὲ καὶ ξυμμαχίας ἅμα ἑκατέροις τῇ τῶν ἐναντίων κακώσει καὶ σφίσιν αὐτοῖς ἐκ τοῦ αὐτοῦ προσποιήσει ῥᾳδίως αἱ ἐπαγωγαὶ τοῖς νεωτερίζειν τι βουλομένοις ἐπορίζοντο.
在和平时期,他们本没有借口去邀请他们,也没有做好这样的准备;但在战争时期,由于双方都能轻易获得同盟,既能伤害对手,又能以此壮大自身,因此,对于那些企图进行变革的人来说,引入外力的机会极易获得。
§3.82.2καὶ ἐπέπεσε πολλὰ καὶ χαλεπὰ κατὰ στάσιν ταῖς πόλεσι, γιγνόμενα μὲν καὶ αἰεὶ ἐσόμενα, ἕως ἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ, μᾶλλον δὲ καὶ ἡσυχαίτερα καὶ τοῖς εἴδεσι διηλλαγμένα, ὡς ἂν ἕκασται αἱ μεταβολαὶ τῶν ξυντυχιῶν ἐφιστῶνται.
许多惨重而残酷的灾难因内乱而降临到各个城市。 只要人类的本性保持不变,这些灾难过去曾发生,未来也永远会发生,只是随着每一次具体情况的变化,其程度会有所加剧或减缓,表现形式也各不相同。
ἐν μὲν γὰρ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν αἵ τε πόλεις καὶ οἱ ἰδιῶται ἀμείνους τὰς γνώμας ἔχουσι διὰ τὸ μὴ ἐς ἀκουσίους ἀνάγκας πίπτειν· ὁ δὲ πόλεμος ὑφελὼν τὴν εὐπορίαν τοῦ καθ’ ἡμέραν βίαιος διδάσκαλος καὶ πρὸς τὰ παρόντα τὰς ὀργὰς τῶν πολλῶν ὁμοιοῖ.
因为在和平和繁荣的时期,城邦和个人都有较好的心态,因为他们不会陷入违背意愿的迫切匮乏之中;但战争夺去了日常生活的富足,成了一个暴虐的教师,并使大众的脾气同当前的境遇相适应。
§3.82.3ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἐφυστερίζοντά που πύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τ’ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ.
于是,各城邦陷入内乱。 那些后期发生内乱的地方,由于听闻了先前的传闻,在思想的创新上走得更远,不仅企图时手段更为巧妙,而且报复方式也更为离奇。
§3.82.4καὶ τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει.
他们通过改变对行为的正当化,颠倒了词汇的惯用价值。
τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν· τὸ δ’ ἐμπλήκτως ὀξὺ ἀνδρὸς μοίρᾳ προσετέθη, ἀσφαλείᾳ δὲ τὸ ἐπιβουλεύσασθαι ἀποτροπῆς πρόφασις εὔλογος.
无谋的蛮勇被视为“对同伴忠诚的勇敢”,未雨绸缪的迟疑被视为“体面言辞掩盖下的懦弱”,而思虑克制则被视为“无能的幌子”,凡事明智被等同于“凡事无所作为”;盲目冲动被归结为“男子气概”,而为了安全而深谋远虑则被视为“逃避的合理借口”。
§3.82.5καὶ ὁ μὲν χαλεπαίνων πιστὸς αἰεί, ὁ δ’ ἀντιλέγων αὐτῷ ὕποπτος.
脾气暴躁的人总是被视为可靠,而反对他的人则被怀疑。
ἐπιβουλεύσας δέ τις τυχὼν ξυνετὸς καὶ ὑπονοήσας ἔτι δεινότερος· προβουλεύσας δὲ ὅπως μηδὲν αὐτῶν δεήσει, τῆς τε ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος.
谋划成功的人被认为是聪明,而能预先察觉阴谋的人则更为可怕;但是,如果有人预先筹划以使这些阴谋毫无必要,就会被说成是“党派的破坏者”和“被敌人吓倒的人”。
ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο, καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον.
简而言之,先发制人击败企图作恶者的人受到赞扬,而唆使原本无此意图者的人也同样受到赞扬。
§3.82.6καὶ μὴν καὶ τὸ ξυγγενὲς τοῦ ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν·
甚至血缘关系也变得比党派关系更为疏远,因为后者随时准备毫无借口地冒险。
οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελίας αἱ τοιαῦται ξύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ.
因为这类结社并不是为了依照现存法律互助,而是为了违背既定法律以牟取私利。
καὶ τὰς ἐς σφᾶς αὐτοὺς πίστεις οὐ τῷ θείῳ νόμῳ μᾶλλον ἐκρατύνοντο ἢ τῷ κοινῇ τι παρανομῆσαι.
他们彼此之间的信任,与其说是通过神圣的法律来巩固,不如说是通过共同违法来加强。
§3.82.7τά τε ἀπὸ τῶν ἐναντίων καλῶς λεγόμενα ἐνεδέχοντο ἔργων φυλακῇ, εἰ προύχοιεν, καὶ οὐ γενναιότητι.
对于对手提出的体面提议,他们如果在力量上占优,就会用对其实际行动的戒备来应对,而不是表现出高尚。
ἀντιτιμωρήσασθαί τέ τινα περὶ πλείονος ἦν ἢ αὐτὸν μὴ προπαθεῖν.
对他人进行报复被看得比自己一开始不遭受伤害更为重要。
καὶ ὅρκοι εἴ που ἄρα γένοιντο ξυναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον οὐκ ἐχόντων ἄλλοθεν δύναμιν· ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρσῆσαι, εἰ ἴδοι ἄφαρκτον, ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς, καὶ τό τε ἀσφαλὲς ἐλογίζετο καὶ ὅτι ἀπάτῃ περιγενόμενος ξυνέσεως ἀγώνισμα προσελάμβανεν.
如果双方曾举行和解的誓约,那也只是在当时的困境中,因别无他法而作出的权宜之计,仅在当时有效;但一有机会,先发制人敢于冒险者,若看到敌人毫无防备,就会觉得利用对方的信任进行报复比公然复讐更为痛快。 这不仅是因为他考虑到了安全性,还因为他认为通过欺骗取胜,能多得一份智谋竞争中的荣誉。
ῥᾷον δ’ οἱ πολλοὶ κακοῦργοι ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται.
大多数人宁愿被称为聪明的恶棍,也不愿被称为愚蠢的善人;他们对后者感到羞耻,却对前者感到自豪。
§3.82.8πάντων δ’ αὐτῶν αἴτιον ἀρχὴ ἡ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν· ἐκ δ’ αὐτῶν καὶ ἐς τὸ φιλονικεῖν καθισταμένων τὸ πρόθυμον.
所有这些邪恶的根源,都是由于贪婪和野心所引起的权力欲;而一旦陷入竞争,从中便产生了狂热的斗志。
οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο, παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων περιγίγνεσθαι ἐτόλμησάν τε τὰ δεινότατα ἐπεξῇσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προτιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες, καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν ἑτοῖμοι ἦσαν τὴν αὐτίκα φιλονικίαν ἐκπιμπλάναι.
因为城邦中的双方领袖都打着冠冕堂皇的旗号,一派主张“平民的政治平等”,另一派主张“稳健的贵族政治”,口头上虽然宣称服务于公共利益,实际上却将其作为自己争夺的战利品。 他们用尽一切手段互相竞争,企图压倒对方,不仅敢于做出最可怕的暴行,而且实施了更为残酷的报复,其界限不以正义和城邦的利益为准,而是始终以取悦自派利益为度。 他们随时准备通过不公正的判决进行定罪,或者通过武力夺取政权,以满足眼前的争斗心。
ὥστε εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι, ἄμεινον ἤκουον.
因此,双方都不把虔敬当回事,而那些凭借体面的言辞在人怨中做成坏事的人,反而名声更好。
τὰ δὲ μέσα τῶν πολιτῶν ὑπ’ ἀμφοτέρων ἢ ὅτι οὐ ξυνηγωνίζοντο ἢ φθόνῳ τοῦ περιεῖναι διεφθείροντο.
而中立的市民则遭到双方的毁灭,或者是由于他们不参与抗争,或者是由于他们得以幸存而遭到嫉妒。

词汇与语法注释

  1. 3.82.1ἐν τοῖς πρώτη — 短语 ἐν τοῖς 是修饰最高级或与之相当的形容词(此处为 πρώτη)的惯用语,表示“尤其是最先”、“在最先发生的事情中”等强调含义。
  2. 3.82.1οὐκ ἂν ἐχόντων — 分词 ἐχόντων 伴随 ἄν 构成潜在或虚拟条件句的归结从句,意为“如果是和平时期,他们本不会有任何借口”。
  3. 3.82.2ὡς ἂν ἕκασται αἱ μεταβολαὶ τῶν ξυντυχιῶν ἐφιστῶνται — 连词 ὡς 结合 ἄν 及虚拟语气 ἐφιστῶνται 表示将来不确定的样态或条件,意为“随着每一次具体情况的变化如何发生”。
  4. 3.82.4τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει — 这是一个高度抽象的表达,意为“通过他们对行为的正当化(τῇ δικαιώσει),改变了词语针对实际行为的惯用估价”。动词 ἀντήλλαξαν 意为“用(宾格)换取(ἐς + 宾格)”。
  5. 3.82.8τὰ δὲ μέσα τῶν πολιτῶν ... διεφθείροντο — 中立市民遭遇毁灭的原因,通过一个非对称的并列结构来解释:一个是 ὅτι 引导的从句(ἢ ὅτι οὐ ξυνηγωνίζοντο,因为他们不参与斗争的事实),另一个是表示原因的与格名词短语(ἢ φθόνῳ τοῦ περιεῖναι,由于嫉妒他们得以幸存)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.82.1-3.82.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.82.1-3.82.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。