Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.84.1-3.84.3

公法的瓦解与失控的人性本质

第 333 段,共 917 段 · 希腊语

内容简介

回顾科西拉内乱中的暴行,批判了人性在摆脱法律束缚时的失控,以及人们在惩罚他人时亲手摧毁未来可能拯救自己的普遍法律的愚蠢表现。

§3.84.1[ἐν δ’ οὖν τῇ Κερκύρᾳ τὰ πολλὰ αὐτῶν προυτολμήθη, καὶ ὁπόσα ὕβρει μὲν ἀρχόμενοι τὸ πλέον ἢ σωφροσύνῃ ὑπὸ τῶν τὴν τιμωρίαν παρασχόντων οἱ ἀνταμυνόμενοι δράσειαν, πενίας δὲ τῆς εἰωθυίας ἀπαλλαξείοντές τινες, μάλιστα δ’ ἂν διὰ πάθους, ἐπιθυμοῦντες τὰ τῶν πέλας ἔχειν, παρὰ δίκην γιγνώσκοιεν, οἵ τε μὴ ἐπὶ πλεονεξίᾳ, ἀπὸ ἴσου δὲ μάλιστα ἐπιόντες ἀπαιδευσίᾳ ὀργῆς πλεῖστον ἐκφερόμενοι ὠμῶς καὶ ἀπαραιτήτως ἐπέλθοιεν.
[总之,在科西拉,这些恶行的大部分首先被敢于干了出来,其中包括那些因遭受傲慢而非适度统治的报复者,对提供惩罚机会者所可能做出的一切复仇行为;也包括一些渴望摆脱一贯贫困的人,尤其是由于强烈的痛苦,因觊觎邻人的财产而可能做出的违背正义的决定;还包括那些并非出于贪婪,而是主要在平等地位上发起攻击,却因缺乏理性的愤怒而极度失控、残暴无情地进行袭击的人(所做出的恶行)。
§3.84.2ξυνταραχθέντος τε τοῦ βίου ἐς τὸν καιρὸν τοῦτον τῇ πόλει καὶ τῶν νόμων κρατήσασα ἡ ἀνθρωπεία φύσις, εἰωθυῖα καὶ παρὰ τοὺς νόμους ἀδικεῖν, ἀσμένη ἐδήλωσεν ἀκρατὴς μὲν ὀργῆς οὖσα, κρείσσων δὲ τοῦ δικαίου, πολεμία δὲ τοῦ προύχοντος·
在这一时期,城邦的社会生活秩序被彻底扰乱,战胜了法律的人性——它本来就习惯于违背法律进行作恶——欣然表露出自己无法控制愤怒、凌驾于正义之上、且对优越者怀有敌意。
οὐ γὰρ ἂν τοῦ τε ὁσίου τὸ τιμωρεῖσθαι προυτίθεσαν τοῦ τε μὴ ἀδικεῖν τὸ κερδαίνειν, ἐν ᾧ μὴ βλάπτουσαν ἰσχὺν εἶχε τὸ φθονεῖν.
因为,如果嫉妒不具有伤害他人的力量,他们绝不会将报复置于神圣义务之上,也不会将获利置于不义之上。
§3.84.3ἀξιοῦσί τε τοὺς κοινοὺς περὶ τῶν τοιούτων οἱ ἄνθρωποι νόμους, ἀφ’ ὧν ἅπασιν ἐλπὶς ὑπόκειται σφαλεῖσι κἂν αὐτοὺς διασῴζεσθαι, ἐν ἄλλων τιμωρίαις προκαταλύειν καὶ μὴ ὑπολείπεσθαι, εἴ ποτε ἄρα τις κινδυνεύσας τινὸς δεήσεται αὐτῶν.
人们在惩罚他人时,总认为自己有权预先废除关于此类事情的共同法律——而这些法律本是所有人在陷入困境时,能够寄托自己也得以获救之希望的源泉——他们不把这些法律留作后路,以防有朝一日自己陷入危险、需要这些法律的救助。
]
]

词汇与语法注释

  1. 3.84.1ὑπὸ τῶν τὴν τιμωρίαν παρασχόντων — 该介词短语(ὑπό +属格)修饰的是前面的被动分词 ἀρχόμενοι(被统治),而非主动动词 δράσειαν(做出)。因此,句意关系为“那些曾[被提供惩罚机会者]傲慢统治的报复者”,而 δράσειαν 的行为主体仍是 οἱ ἀνταμυνόμενοι(报复者)。
  2. 3.84.2ἐν ᾧ μὴ βλάπτουσαν ἰσχὺν εἶχε τὸ φθονεῖν — 带有否定词 μή 的关系代词短语 ἐν ᾧ 在此起到类似于虚拟条件从句(“除非”或“若非在……情况下”)的作用。与之呼应,主句(οὐ γὰρ ἂν ... προυτίθεσαν)使用了 ἄν +直说法语过去未完成时,构成违背过去事实的虚拟语气,意为“若非嫉妒拥有了伤害他人的力量,他们绝不会优先选择……”。
  3. 3.84.3κἂν αὐτοὺς διασῴζεσθαι — κἂν 是 καὶ ἂν 的合音(crasis)。此处的 ἄν 与现在时中动/被动语态不定式 διασῴζεσθαι 连用,构成表示潜在可能性(“他们自身也得以获救”)的“宾格加不定式”结构。宾格代词 αὐτούς 作该不定式的意义上主语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.84.1-3.84.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.84.1-3.84.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。