Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.81.1-3.81.5

伯罗奔尼撒军撤退与克基拉大屠杀

第 330 段,共 917 段 · 希腊语

内容简介

在得知雅典舰队逼近后,伯罗奔尼撒军队随即撤退,而克基拉的民主派则展开了对反对派极其血腥的大屠杀,拉开了内乱的序幕。

§3.81.1οἱ μὲν οὖν Πελοποννήσιοι τῆς νυκτὸς εὐθὺς κατὰ τάχος ἐκομίζοντο ἐπ’ οἴκου παρὰ τὴν γῆν· καὶ ὑπερενεγκόντες τὸν Λευκαδίων ἰσθμὸν τὰς ναῦς, ὅπως μὴ περιπλέοντες ὀφθῶσιν, ἀποκομίζονται.
因此,伯罗奔尼撒人入夜后立即匆忙沿着陆地驶回本国;为了在绕航时不被发现,他们将船只拖过了莱乌卡斯地峡,随后便撤退了。
§3.81.2Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τούς τε Μεσσηνίους ἐς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες ἃς ἐπλήρωσαν ἐς τὸν Ὑλλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν, ἀπέκτεινον·
而克基拉人察觉到阿提卡的战船正驶来、而敌人的战船已经离去,便将先前在城外的美塞尼亚人接引到城内,并命令他们之前装备的战船绕航至许莱科斯港。 在这些船只绕航期间,他们杀死了所抓获的任何敌人。
καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν ἐσβῆναι ἐκβιβάζοντες ἀπεχρῶντο, ἐς τὸ Ἥραιόν τε ἐλθόντες τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν πάντων θάνατον.
接着,他们将那些之前被说服登船的人驱逐下船并予以处死;随后他们又前往赫拉神殿,说服了大约五十名求庇护者接受审判,并判处所有人死刑。
§3.81.3οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπείσθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειρον αὐτοῦ ἐν τῷ ἱερῷ ἀλλήλους, καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο, οἱ δ’ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο.
其余大多数未被说服的求庇护者,看到眼前发生的一切,便在神殿区内互相残杀,有的在树上自缢,其余的人也各自以力所能及的方式自寻短见。
§3.81.4ἡμέρας τε ἑπτά, ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν, ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων·
在欧里梅敦率领六十艘战船抵达并停留的七天里,克基拉人继续屠杀那些被他们视为敌人的人,指控其企图推翻民主政体;但也有一些人是因私仇而被杀,还有人是被其债务人因拖欠钱款而杀害。
§3.81.5πᾶσά τε ἰδέα κατέστη θανάτου, καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅτι οὐ ξυνέβη καὶ ἔτι περαιτέρω.
各种形式的死亡层出不穷。 正如在类似灾难中通常发生的那样,没有任何惨剧没有发生,甚至有过之而无不及。
καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἱ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον.
因为父亲杀害儿子,有人从神殿中被拽出来并在神殿旁被杀,甚至还有人被围困在狄奥尼索斯神殿中、在四周被筑起围墙后悲惨死去。

词汇与语法注释

  1. §3.81.1ὑπερενεγκόντες τὸν Λευκαδίων ἰσθμὸν τὰς ναῦς — 过去时主动分词 ὑπερενεγκόντες 支配双宾格:跨越的空间(地峡 τὸν ἰσθμὸν)与运送的客体(船只 τὰς ναῦς),意为“将船只拖过地峡”。
  2. §3.81.2ἀπεχρῶντο — 动词 ἀποχράομαι(通常意为“充分使用”、“消耗”)的未完成过去时。在此处用于其引申特指,表示“彻底解决”、“消灭”或“处死”。
  3. §3.81.4ὑπὸ τῶν λαβόντων — 动词 λαμβάνω 的过去时主动分词名词化,意为“(收受钱款的)人”。与前文“被拖欠的钱款(χρημάτων ... ὀφειλομένων)”相对,指代“债务人”。这意味着债权人被不愿偿还债务的债务人所杀。
  4. §3.81.5οὐδὲν ὅτι οὐ — 该结构为 οὐδὲν [ἐστὶν] ὅτι οὐ 的省写,相当于拉丁语的 'nihil non'(字面意为“没有什么是未发生的”),双重否定表示强烈的肯定,即“发生了一切难以想象的惨剧”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.81.1-3.81.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.81.1-3.81.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。