§3.53.1‘τὴν μὲν παράδοσιν τῆς πόλεως, ὦ Λακεδαιμόνιοι, πιστεύσαντες ὑμῖν ἐποιησάμεθα, οὐ τοιάνδε δίκην οἰόμενοι ὑφέξειν, νομιμωτέραν δέ τινα ἔσεσθαι, καὶ ἐν δικασταῖς οὐκ ἂν ἄλλοις δεξάμενοι, ὥσπερ καὶ ἐσμέν, γενέσθαι [ἢ ὑμῖν], ἡγούμενοι τὸ ἴσον μάλιστ’ ἂν φέρεσθαι.
“斯巴达人啊,我们之所以向你们移交城市,是出于对你们的信任。 我们未曾料到会遭受这样的审判,而是以为这会是更符合法律程序的;并且,如果不是在你们面前,我们是绝不会同意在任何其他裁判官面前接受审判的——正如我们现在所处的状态一样——因为我们认为在你们这里最能获得公正的对待。
§3.53.2νῦν δὲ φοβούμεθα μὴ ἀμφοτέρων ἅμα ἡμαρτήκαμεν·
但如今,我们唯恐自己同时在两件事上都犯了错。
τόν τε γὰρ ἀγῶνα περὶ τῶν δεινοτάτων εἶναι εἰκότως ὑποπτεύομεν καὶ ὑμᾶς μὴ οὐ κοινοὶ ἀποβῆτε, τεκμαιρόμενοι προκατηγορίας τε ἡμῶν οὐ προγεγενημένης ᾗ χρὴ ἀντειπεῖν (ἀλλ’ αὐτοὶ λόγον ᾐτησάμεθα) τό τε ἐπερώτημα βραχὺ ὄν, ᾧ τὰ μὲν ἀληθῆ ἀποκρίνασθαι ἐναντία γίγνεται, τὰ δὲ ψευδῆ ἔλεγχον ἔχει.
我们理所当然地怀疑,这场争端关乎我们的生死存亡,同时也担心你们不能保持公正。 我们之所以这样推测,是因为在此之前并没有对我们提出任何需要我们去反驳的正式指控(相反,是我们自己请求发言的),而且提出的问题又是如此简短,对此,回答真话会对自己不利,而回答假话则会被当场揭穿。
§3.53.3πανταχόθεν δὲ ἄποροι καθεστῶτες ἀναγκαζόμεθα καὶ ἀσφαλέστερον δοκεῖ εἶναι εἰπόντας τι κινδυνεύειν· καὶ γὰρ ὁ μὴ ῥηθεὶς λόγος τοῖς ὧδ’ ἔχουσιν αἰτίαν ἂν παράσχοι ὡς, εἰ ἐλέχθη, σωτήριος ἂν ἦν.
在陷入四面楚歌的境地下,我们被迫做出选择,并且觉得在陈述一番之后再去冒险似乎更为安全;因为对于处于我们这种境地的人来说,那未曾说出的话语,会在事后让人抱怨道:‘如果当时说了出来,或许就能得救了。
§3.53.4χαλεπῶς δὲ ἔχει ἡμῖν πρὸς τοῖς ἄλλοις καὶ ἡ πειθώ.
’ 此外,除了其他种种困难之外,如何说服你们对我们而言也是一件难事。
ἀγνῶτες μὲν γὰρ ὄντες ἀλλήλων ἐπεσενεγκάμενοι μαρτύρια ὧν ἄπειροι ἦτε ὠφελούμεθ’ ἄν· νῦν δὲ πρὸς εἰδότας πάντα λελέξεται, καὶ δέδιμεν οὐχὶ μὴ προκαταγνόντες ἡμῶν τὰς ἀρετὰς ἥσσους εἶναι τῶν ὑμετέρων ἔγκλημα αὐτὸ ποιῆτε, ἀλλὰ μὴ ἄλλοις χάριν φέροντες ἐπὶ διεγνωσμένην κρίσιν καθιστώμεθα.
因为如果我们彼此陌生,我们或许还能通过提出你们所不知道的事情作为证据而获益;但如今,我们所说的每一句话,都是对那些早已知晓一切的人说的。 我们所担心的,并不是你们预先判定我们的功绩不如你们、并将此事本身作为指控,而是担心我们是在为了迎合他人,而被带入一场早已做出了判决的审判之中。 ”