Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §3.54.1-3.54.5

普拉提亚人援引往昔对斯巴达的贡献自辩

第 303 段,共 917 段 · 希腊语

内容简介

作为对斯巴达人简短提问的回应,普拉提亚人根据他们是被视为敌人还是朋友提出了质疑。他们通过回顾自己在希波战争期间的独特贡献,以及在黑劳士起义期间给予斯巴达的关键军事援助,来申明自己的清白与过去的忠诚。

§3.54.1παρεχόμενοι δὲ ὅμως ἃ ἔχομεν δίκαια πρός τε τὰ Θηβαίων διάφορα καὶ ἐς ὑμᾶς καὶ τοὺς ἄλλους Ἕλληνας, τῶν εὖ δεδραμένων ὑπόμνησιν ποιησόμεθα καὶ πείθειν πειρασόμεθα.
然而,通过提出我们针对与底比斯人的分歧、以及对你们和其他希腊人所拥有的合理申辩,我们将提醒你们注意我们曾经做出的善行,并力图说服你们。
§3.54.2‘φαμὲν γὰρ πρὸς τὸ ἐρώτημα τὸ βραχύ, εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷδε ἀγαθὸν πεποιήκαμεν, εἰ μὲν ὡς πολεμίους ἐρωτᾶτε, οὐκ ἀδικεῖσθαι ὑμᾶς μὴ εὖ παθόντας, φίλους δὲ νομίζοντας αὐτοὺς ἁμαρτάνειν μᾶλλον τοὺς ἡμῖν ἐπιστρατεύσαντας.
“因为针对那个简短的问题——我们在这场战争中是否为斯巴达人及其盟友做过任何有益的事——我们声称:如果你们是作为敌人来质问,那么即便未曾受到优待,你们也没有受到不公的对待;但如果你们视自己为朋友,那么对我们发起远征的那些人反而犯下了罪过。
§3.54.3τὰ δ’ ἐν τῇ εἰρήνῃ καὶ πρὸς τὸν Μῆδον ἀγαθοὶ γεγενήμεθα, τὴν μὲν οὐ λύσαντες νῦν πρότεροι, τῷ δὲ ξυνεπιθέμενοι τότε ἐς ἐλευθερίαν τῆς Ἑλλάδος μόνοι Βοιωτῶν.
另一方面,无论是在和平时期,还是在对抗波斯人时,我们都表现得无可挑剔。 对于前者,我们在当下并非率先撕毁合约之人;对于后者,我们在当时为了希腊的自由,作为波奥蒂亚人中唯一的一员,与你们共同并肩作战。
§3.54.4καὶ γὰρ ἠπειρῶταί τε ὄντες ἐναυμαχήσαμεν ἐπ’ Ἀρτεμισίῳ, μάχῃ τε τῇ ἐν τῇ ἡμετέρᾳ γῇ γενομένῃ παρεγενόμεθα ὑμῖν τε καὶ Παυσανίᾳ· εἴ τέ τι ἄλλο κατ’ ἐκεῖνον τὸν χρόνον ἐγένετο ἐπικίνδυνον τοῖς Ἕλλησι, πάντων παρὰ δύναμιν μετέσχομεν.
因为事实上,我们虽是内陆之民,却在阿特米西昂参加了海战,在发生在我们自己土地上的战役中,我们也与你们及帕萨尼亚斯并肩作战;如果在那个时期,希腊人面临着其他任何危险,我们都超越自身力量极限地参与了其中。
§3.54.5καὶ ὑμῖν, ὦ Λακεδαιμόνιοι, ἰδίᾳ, ὅτεπερ δὴ μέγιστος φόβος περιέστη τὴν Σπάρτην μετὰ τὸν σεισμὸν τῶν ἐς Ἰθώμην Εἱλώτων ἀποστάντων, τὸ τρίτον μέρος ἡμῶν αὐτῶν ἐξεπέμψαμεν ἐς ἐπικουρίαν·
斯巴达人啊,特别是对你们个人而言,当大地震之后,黑劳士反叛并逃往伊托梅山,使斯巴达陷入前所未有的巨大恐惧之时,我们派出了自身三分之一的兵力前去援助你们。
ὧν οὐκ εἰκὸς ἀμνημονεῖν.
你们显然不应该遗忘这些事情。 ”

词汇与语法注释

  1. 3.54.2φίλους δὲ νομίζοντας αὐτοὺς ἁμαρτάνειν μᾶλλον τοὺς ἡμῖν ἐπιστρατεύσαντας — 宾格分词 νομίζοντας 与不定式 ἁμαρτάνειν 的未表达主语(指“你们斯巴达人”)相一致。αὐτούς(你们自己)是 νομίζοντας 的宾语(意为“视自己为朋友”)。不定式 ἁμαρτάνειν 的文法主语是紧随其后的 τοὺς ἡμῖν ἐπιστρατεύσαντας(向我们进军的人,即你们),指代相同的对象。
  2. 3.54.3τὴν μὲν οὐ λύσαντες νῦν πρότεροι, τῷ δὲ ξυνεπιθέμενοι τότε — 指代前句的代词用法。τὴν μὲν(阴性单数宾格)指代前文的 τῇ εἰρήνῃ(和平);而 τῷ δὲ(阳性单数与格)指代前文的 τὸν Μῆδον(波斯人/美地亚人),作分词 ξυνεπιθέμενοι(共同反抗、袭击)的与格宾语。
  3. 3.54.5ὧν οὐκ εἰκὸς ἀμνημονεῖν — 关系代词 ὧν 为中性复数属格,指代前文(第4节和第5节)中提到的普拉提亚人的一系列善行。使用属格是因为其受动词不定式 ἀμνημονεῖν(遗忘、不记得)的支配,该动词通常要求属格宾语。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §3.54.1-3.54.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.54.1-3.54.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。